호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
β.? τὰ πάρεργά μου ταῦτ ἔστιν, ἢν δὲ δὴ λάβω τὰ δέοντα καὶ τοὐπτάνιον ἁρμόσωμ ἅπαξ, ὅπερ ἐπὶ τῶν ἔμπροσθε Σειρήνων, Σύρε, ἐγένετο, καὶ νῦν ταὐτὸ τοῦτ ὄψει πάλιν, ὑπὸ τῆς γὰρ ὀσμῆς οὐδὲ εἷς δυνήσεται ἁπλῶς διελθεῖν τὸν στενωπὸν τουτονί ὁ δὲ παριὼν πᾶς εὐθέως πρὸς τὴν θύραν ἑστήξετ ἀχανής, προσπεπατταλευμένος, ἄφωνος, ἄχρι ἂν τῶν φίλων βεβυσμένος τὴν ῥῖν ἕτερός τις προσδραμὼν ἀποσπάσῃ. α. μέγας εἶ τεχνίτης. β. ἀγνοεῖς πρὸς ὃν λαλεῖς:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기