- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 32

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 32)

ὡς ἵμερός μ ὑπῆλθε γῇ τε κοὐρανῷ λέξαι μολόντι τοὔψον ὡς ἐσκεύασα.? νὴ τὴν Ἀθηνᾶν, ἡδὺ γ ἔστ εὐημερεῖν ἐν ἅπασιν ἰχθὺς ἁπαλὸς οἱο῀ς γέγονέ μοι, οἱο῀ν παρατέθεικ, οὐ πεφαρμακευμένον τυροῖσιν οὐδ ἄνωθεν ἐξηνθισμένον, ἀλλ οἱο῀ς ἦν ζῶν κὠπτὸς ὢν τοιοῦτος ἦν. οὕτως ἁπαλὸν ἔδωκα καὶ πρᾷον τὸ πῦρ ὀπτῶν τὸν ἰχθύν, οὐδὲ πιστευθήσομαι ὅμοιον ἐγένετ, ὄρνις ὁπόταν ἁρπάσῃ τοῦ καταπιεῖν μεῖζόν τι: περιτρέχει κύκλῳ τηροῦσα τοῦτο, καταπιεῖν δ ἐσπούδακεν, ἕτεραι διώκουσιν δὲ ταύτην ταὐτὸν ἦν. τὴν ἡδονὴν ὁ πρῶτος αὐτῶν καταμαθὼν τῆς λοπάδος ἀνεπήδησε κἄφευγεν κύκλῳ τὴν λοπάδ ἔχων, ἄλλοι δ ἐδίωκον κατὰ πόδας, ἐξῆν ὀλολύζειν: οἱ μὲν ἡρ´πασάν τι γάρ, οἱ δ οὐδέν, οἱ δὲ πάντα, καίτοι παρέλαβον ἰχθῦς ποταμίους ἐσθίοντας βόρβορον.

εἰ δ ἔλαβον ἄρα τι σπάνιον ἢ κ τῆς Ἀττικῆς γλαυκίσκον, ὦ Ζεῦ σῶτερ, ἢ ξ Ἄργους κάπρον ἢκ τῆς Σικυῶνος τῆς φίλης ὃν τοῖς θεοῖς φέρει Ποσειδὼν γόγγρον εἰς τὸν οὐρανόν, ἅπαντες οἱ φαγόντες ἐγένοντ ἂν θεοί. ἀθανασίαν εὑρ´ηκα: , τοὺς :

ἤδη νεκροὺς ὅταν μόνον ὀσφρανθῶσι ποιῶ ζῆν πάλιν.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION