호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀφύαι.? καὶ ἑνικῶς δ ἀφύην λέγουσιν. Ἀριστώνυμος Ἡλίῳ ῥιγῶντι, ὥστ οὔτ ἀφύη νῦν ἔστ ἔθ ἁπλῶς. τῆς δ ἀφύης ἐστὶ γένη πλείω: καὶ ἡ μὲν ἀφρῖτις λεγομένη οὐ γίνεται ἀπὸ γόνου, ὥς φησιν Ἀριστοτέλης, ἀλλ ἐκ τοῦ ἐπιπολάζοντος τῇ θαλάσσῃ ἀφροῦ ὅταν ὄμβρων γενομένων πολλῶν σύστασις γένηται. ἑτέρα δ ἐστὶν ἀφύη ἡ κωβῖτις λεγομένη: γίνεται δ αὕτη ἐκ τῶν μικρῶν καὶ φαύλων τῶν ἐν τῇ ἄμμῳ διαγενομένων κωβιδίων καὶ ἐξ αὐτῆς δὲ ταύτης τῆς ἀφύης ἀπογεννῶνται ἕτεραι αἵτινες ἐγκρασίχολοι καλοῦνται, γίνεται δὲ καὶ ἄλλη ἀφύη ὁ γόνος τῶν μαινίδων καὶ ἄλλη ἐκ τῆς μεμβράδος καὶ ἔτι ἄλλη ἐκ τῶν μικρῶν κεστρέων τῶν ἐκ τῆς ἄμμου, καὶ τῆς ἰλύος γινομένων. πάντων δὲ τούτων ἡ ἀφρῖτις ἀρίστη.
Δωρίων δ ἐν τῷ περὶ ἰχθύων κωβίτην τινὰ ἑψητὸν λέγει καὶ τὸν ἐξ ἀθερίνης: ἰχθυδίου δ ὄνομα ἀθερίνη. εἶναι δέ φησι καὶ τριγλῖτιν ἀφύην. Ἐπίχαρμος δ ἐν ἥβας γάμῳ ἐν μεμβράσι καὶ καμμάροις τὰς ἀφύας καταριθμεῖται διαστέλλων τὸν λεγόμενον γόνον. Ἱκέσιος δέ φησι:
"τῆς ἀφύης ἡ μὲν λευκὴ καὶ λίαν λεπτὴ καὶ ἀφρώδης, ἣν καλοῦσιν ἔνιοι καὶ κωβῖτιν, ὁ ἡ δὲ ῥυπαρωτέρα ταύτης καὶ ἁδροτέρα: "διαφέρει δ ἡ καθαρὰ καὶ λεπτή. Ἀρχέστρατος δ ὁ ὀψοδαίδαλός φησι: τὴν ἀφύην μίνθου πᾶσαν πλὴν τὴν ἐν Ἀθήναις: τὸν γόνον ἐξαυδῶ, τὸν ἀφρὸν καλέουσιν Ιὤνες: : ἀγκῶσιν ληφθένθ ἱεροῖς.
κἀν τῇ περικλύστῳ ἐστὶ Ῥόδῳ γενναῖος, ἐὰν ἐπιχώριος ἔλθῃ. ἂν δέ που ἱμείρῃς αὐτοῦ γεύσασθαι, ὁμοῦ χρὴ κνίδας ὀψωνεῖν, τὰς ἀμφικόμους ἀκαλήφας εἰς ταὐτὸν μίξας δ αὐτὰς ἐπὶ τηγάνου ὄπτα, εὐώδη τρίψας ἄνθη λαχάνων ἐν ἐλαίῳ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기