- 텍스트

Athenaeus, The Deipnosophists, Book 7, book 7, chapter 20

(아테나이오스, The Deipnosophists, Book 7, book 7, chapter 20)

Θεόκριτος δ ὁ Συρακόσιος ἐν τῇ ἐπιγραφομένῃ Βερενίκῃ τὸν λεῦκον ὀνομαζόμενον ἰχθὺν ἱερὸν καλεῖ διὰ τούτων καἴ τις ἀνὴρ αἰτεῖται ἐπαγροσύνην τε καὶ ὄλβον, ἐξ·? ἁλὸς ᾧ λ, ζωή, τὰ δὲ δίκτυα κείνῳ ἄροτρα, σφάζων ἀκρόνυχος ταύτῃ θεῷ ἱερὸν ἰχθύν, ὃν λεῦκον καλέουσιν, ὁ γάρ θ ἱερώτατος ἄλλων, καί κε λίνα στήσαιτο καὶ ἐξερύσαιτο θαλάσσης ἔμπλεα. "ἰάμβος ἐν τῷ περὶ διαλέκτων γράφει οὕτως: ": "ἀκηκόαμεν γοῦν ἁλιέως Ἐρετρικοῦ ἱερὸν ἰχθὺν καὶ ἄλλων πολλῶν ἁλιέων καλούντων τὸν πομπίλον ἐστὶν πελάγιος καὶ παρὰ τὰς ναῦς πυκνὰ φαίνεται ἐοικὼς πηλαμύδι, ποικίλος, τὸν δ οὖν ἰχθύν τις παρὰ τῷ ποιητῇ ἕλκει : "ἀκτῇ ἐπὶ προβλῆτι καθήμενος ἱερὸς ἰχθύν, εἰ μὴ ἄλλος τίς ἐστιν οὕτω καλούμενος ἱερὸς ἰχθύς Καλλίμαχος δ ἐν Γαλατείᾳ τὸν χρύσοφρυν: "ἢ μᾶλλον χρύσειον ἐπ ὀφρύσιν ἱερὸν ἰχθὺν ἢ πέρκας ὅσα τ ἄλλα φέρει βυθὸς ἄσπετος ἅλμης. "ἐν δὲ τοῖς ἐπιγράμμασιν ὁ αὐτὸς ποιητής φησιν ἱερὸς δέ τοι, ἱερὸς ὕκης. "ἄλλοι δ ἀκούουσιν ἱερὸν ἰχθὺν τὸν ἄνετον, ὡς καὶ ἱερὸν βοῦν τὸν ἄνετον, οἱ δὲ τὸν μέγαν, ὡς ἱερὸν μένος Ἀλκινόοιο, τινὲς δὲ τὸν ἱέμενον πρὸς τὸν ῥοῦν.?

상위

The Deipnosophists, Book 7

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION