호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὴν γὰρ Σαμίων πόλιν παραρρεῖν ποταμὸν Ἴμβρασον, τῷ ῥὰ ποτ Ὠκυρόην νύμφην, περικαλλέα κούρην, Χησιὰς εὐπατέρεια τέκεν φιλότητι μιγεῖσα, ὠκυρόην, ᾗ κάλλος ἀπείριτον ὤπασαν Ὧραι:? ταύτης οὖν ἐρασθέντα Ἀπόλλωνα ἐπιχειρῆσαι ἁρπάσαι. διαπεραιωθεῖσαν δ εἰς Μίλητον κατά τινα Ἀρτέμιδος ἑορτὴν καὶ μέλλουσαν ἁρπάζεσθαι εὐλαβηθεῖσαν Πομπίλον τινὰ θαλασσουργὸν ἄνθρωπον καθικετεῦσαι ὄντα πατρῷον φίλον, ὅπως αὐτὴν εἰς τὴν πατρίδα διασώσῃ, λέγουσαν τάδε:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기