호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱστορεῖ δὲ ὁ Παγκράτης ὡς καὶ πολέμιός ἐστιν ὁ πομπίλος τῷ δελφῖνι καὶ ὅτι οὐδ οὗτος ἀτιμώρητος ἐκφεύγει πομπίλου φαγών.? ἀχρεῖος γοῦν γίνεται καὶ σφαδᾴζων ἐπειδὰν φάγῃ καὶ ἐπὶ τοὺς αἰγιαλοὺς ἐκκυμανθεὶς βορὰ γίνεται αἰθυίαις τε καὶ λάροις, ἐνίοτε δὲ καὶ ὑπὸ τῶν ταῖς κητείαις παρεδρευόντων ἀνδρῶν παρανομεῖται. μνημονεύει τῶν πομπίλων καὶ Τιμαχίδας ὁ Ῥόδιος ἐν τῷ θ τοῦ Δείπνου: κωβιοὶ εἰνάλιοι καὶ πομπίλοι, ἱεροὶ ἰχθῦς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기