호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ἀλέξανδρος δ ὁ Αἰτωλὸς ἐν Κρίκᾳ, εἰ γνήσιον τὸ ποιημάτιον πηδαλίῳ ἄκρῳ ἔπι πομπίλος ἁνιοχεύων ἧστ ἀκάτω κατόπισθε θεῆς ὕπο πόμπιμος ἰχθύς.? Παγκράτης δ ὁ Ἀρκὰς ἐν τοῖς θαλασσίοις ἔργοις ἐπιγραφομένοις προειπών πομπίλος, ὃν καλέουσιν ἁλίπλοοι ἱερὸν ἰχθύν, διηγεῖται ὡς οὐ μόνον τῷ Ποσειδῶνι ὁ πομπίλος ἐστὶ διὰ τιμῆς, ἀλλ ὅτι καὶ τοῖς τὴν Σαμοθρᾴκην κατέχουσι θεοῖς. ἁλιέα γοῦν τινα πρεσβύτην τῷ ἰχθύι τούτῳ κόλασιν ὑποσχεῖν ἔτι τοῦ χρυσοῦ γένους κατ ἀνθρώπους ὄντος.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기