호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
"ἰχθῦς τινες οἱ ἀλφησταὶ τὸ μὲν ὅλον κιρροειδεῖς, πορφυρίζοντες δὲ κατά τινα μέρη.? "φασὶ δ αὐτοὺς ἁλίσκεσθαι σύνδυο καὶ φαίνεσθαι τὸν ἕτερον ἐπὶ τοῦ ἑτέρου κατ οὐρὰν ἑπόμενον. "ἀπὸ τοῦ οὖν κατὰ τὴν πυγὴν θατέρῳ τὸν ἕτερον ἀκολουθεῖν τῶν ἀρχαίων τινὲς τοὺς ἀκρατεῖς καὶ καταφερεῖς οὕτω καλοῦσιν. "[Ἀριστοτέλης ἐν τῷ περὶ ζῴων μονάκανθον εἶναι καὶ κιρρὸν τὸν ἀλφηστικόν. μνημονεύει δ αὐτοῦ καὶ Νουμήνιος ὁ Ἡρακλεώτης ἐν Ἁλιευτικῷ οὕτως: "φυκίδας ἀλφηστήν τε καὶ ἐν χροιῇσιν ἐρυθρὸν σκορπίον. "καὶ Ἐπίχαρμος ἐν Ἥβας γάμῳ: "μύες ἀλφησταί τε κορακῖνοί τε κοριοειδέες. "μνημονεύει δ αὐτοῦ καὶ Μίθαικος ἐν Ὀψαρτυτικῷ. Ἀνθίας κάλλιχθυς: "τούτου μέμνηται Ἐπίχαρμος ἐν Ἥβας γάμῳ: "καὶ σκιφίας χρόμις θ, ὃς ἐν τῷ ἦρι κὰτ τὸν Ἀνάνιον ἰχθύων πάντων ἄριστος, ἀνθίας δὲ χείματι. "λέγει δὲ Ἀνάνιος οὕτως: "ἐάρι μὲν χρόμιος ἄριστος, ἀνθίας δὲ χειμῶνι, τῶν καλῶν δ ὄψων ἄριστον καρὶς ἐκ συκέης φύλλου. "ἡδὺ δ ἐσθίειν χιμαίρης φθινοπωρισμῷ κρέας: "δέλφακος δ, ὅταν τραπέωσι καὶ πατέωσιν, ἐσθίειν καὶ κυνῶν αὕτη τόθ ὡρ´η καὶ λαγῶν κἀλωπέκων ὀιός αὖτ ὅταν θέρος τ ᾖ κἠχέται βαβράζωσιν. "εἶτα δ ἐστὶν ἐκ θαλάσσης θύννος οὐ κακὸν βρῶμα, ἀλλὰ πᾶσιν ἰχθύεσσιν ἐμπρεπὴς ἐν μυττωτῷ βοῦς δὲ πιανθείς, δοκέω μέν, καὶ μεσέων νυκτῶν ἡδὺς κἠμέρης. "τῶν τοῦ Ἀνανίου πλεόνων ἐμνημόνευσα νομίζων καὶ τοῦτον ὑποθήκας τοῖς λάγνοις τοιαύτας ἐκτεθῆσθαι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기