- 텍스트

Arrian, chapter 26

(아리아노스, chapter 26)

καὶ μὴν πλαγία μὲν φάλαγξ ἐστὶν ἡ τὸ μῆκος τοῦ βάθους πολλαπλάσιον ἔχουσα, ὀρθία δέ, ὅταν ἐπὶ κέρως πορεύηται:? οὕτω δὲ αὖ τὸ βάθος τοῦ μήκους πολλαπλάσιον παρέχεται.

ὅλως τε παράμηκες μὲν τάγμα ὀνομάζεται ὅ τι περ ἂν τὸ μῆκος ἔχῃ ἐπὶ πλέον τοῦ βάθους, ὄρθιον δὲ ὅ τι περ ἂν τὸ βάθος τοῦ μήκους.

ὑποστολῆς σῴζουσα.

παρεμβολὴν δὲ ὀνομάζουσιν, ἐπειδὰν προτεταγμένων τινῶν κατὰ διαστήματα ἐκ τῶν ἐπιτεταγμένων ἐγκαθιστῶνται αὐτοῖς ἄλλοι ἐπ᾿ εὐθείας, ὡς ἀναπληρῶσαι τὸ πρόσθεν ἀπολειπόμενον κενὸν τῆς φάλαγγος:

πρόσταξιν δέ, ὅταν ἢ ἐξ ἑκατέρων τῶν μερῶν τῆς τάξεως ἢ ἐκ θατέρου κατὰ τὸ κέρας αὐτὸ προστεθῇ τι στῖφος τῇ πάσῃ φάλαγγι κατ᾿ εὐθὺ τοῦ μετώπου τῆς τάξεως.

ἔνταξιν δὲ ὀνομάζουσιν, ἐπειδὰν τοὺς ψιλοὺς ἐς τὰ διαστήματα τῶν πεζῶν ἐντάξωσιν, ἄνδρα παῤ ἄνδρα ἱστάντες:

ὑπόταξιν δέ, ἐπειδὰν τοὺς ψιλοὺς ἐπὶ τὰ πέρατα τῆς φάλαγγος ὑποτάξῃ τις ὡς ἐς ἐπικάμπιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION