- 텍스트

Arrian, chapter 25

(아리아노스, chapter 25)

κατὰ ζυγὰ ἢ κατὰ βάθος.? καὶ τούτων ἕκαστον ἢ τῷ ἀριθμῷ διπλασιάζεται ἢ τῷ τόπῳ.

ἀριθμῷ μέν, εἰ ἀντὶ χιλίων εἴκοσι τεσσάρων τὸ μῆκος δισχιλίων τεσσαράκοντα ὀκτὼ ποιήσαιμεν, τὸν τόπον τὸν αὐτὸν ἐπεχούσης τῆς πάσης φάλαγγος. γίγνεται δὲ τοῦτο, παρεμβαλλόντων ἡμῶν ἐς τὰ μεταξὺ τῶν ὁπλιτῶν τοὺς ἐν τῷ βάθει ἐπιστάτας.

καὶ οὕτω πυκνοῦται ἡμῖν τὸ μέτωπον τῆς φάλαγγος. ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν ὧδε:

ὁ ἐς τὸ μῆκος ἐντεταγμένος, ἐπάνιθι ἐς τάξιν. εἰ δὲ καὶ τῷ τόπῳ διπλασιάσαι ἐθέλοιμεν τὸ μῆκος, ὡς ἀντὶ σταδίων πέντε ἐς δέκα ἐκτεῖναι τὴν τάξιν, τοὺς ἐκ τοῦ βάθους παρεμβληθέντας ἐς τὸ κατὰ μῆκος μέσον τῶν ὁπλιτῶν διάστημα ἐπὶ τὰ δεξιὰ κελεύσομεν ἐξελίσσεσθαι, τοὺς δὲ λοιποὺς καὶ ἡμίσεας αὐτῶν ἐπὶ τὰ εὐώνυμα, ἀπὸ τῶν πρὸς τοῖς κέρασι δευτέρων λόχων ἀρχόμενοι, καὶ οὕτω διπλάσιον ἐφέξει χῶρον ἡ πᾶσα τάξις.

ἀποκαταστῆσαι δὲ ἐπειδὰν βουληθῶμεν, παραγγελοῦμεν αὖ ἐξελίσσειν τοὺς κατὰ τὰ κέρατα τεταγμένος ἐς οὕστινας πρότερον εἶχον τόπους.

οὐ πάνυ δὲ ὠφέλιμοι οἱ διπλασιασμοὶ ἐγγὺς ὄντων πολεμίων, ὅτι ταραχῆς τε τοῦ ἡμετέρου στρατεύματος δόξαν παρέξουσιν ἐκείνοις, καὶ αὐτὸ τὸ στράτευμα ἐν τῇ μετακινήσει ἀσθενέστερον ἅμα καὶ ἀτακτότερον καθιστᾶσιν.

ἀλλὰ τοὺς ψιλοὺς ἐπεκτείνειν ἄμεινον καὶ τοὺς ἱππέας, ὡς τὴν ἐκ τοῦ διπλασιασμοῦ ἔκπληξιν ἄνευ κινήσεως τῆς πεζικῆς φάλαγγος τοῖς πολεμίοις ἐμποιῆσαι.

ἢ ὑπερφαλαγγῆσαι ἡμῶν ἐθελησάντων ὑπὲρ τὸ τῶν πολεμίων κέρας, ἢ κωλῦσαι ὑπερφαλαγγῆσαι ἐκείνους.

τὸ βάθος δὲ διπλασιάζεται, εἰ ὁ δεύτερος λόχος τῷ πρώτῳ ἐπιταχθείη, ὥστε τὸν τοῦ δευτέρου λόχου λοχαγὸν ἐπιστάτην τοῦ πρώτου λοχαγοῦ γενέσθαι, τὸν δ᾿ ἐπιστάτην τὸν πρῶτον τοῦ ἐκείνου ἐπιστάτου ἐπιστάτην γενέσθαι:

λόχου δεύτερός ἐστι τοῦ πρώτου λόχου, ὁ δὲ δεύτερος ἐν τῷ δευτέρῳ τέταρτος τοῦ πρώτου, καὶ ὡσαύτως ἐφεξῆς, ἔστ᾿ ἂν ἅπας ὁ δεύτερος λόχος κατὰ τον πρῶτον ἐπ᾿ εὐθείας ἐναλλὰξ ἐνταχθῇ ἐς βάθος.

οὕτω γάρ τοι καὶ ὁ τέταρτος λόχος τὸν τρίτον βαθυνεῖ, συνταχθεὶς αὐτῷ, καὶ ἁπλῶς οἱ ἄρτιοι ἐς τοὺς περισσοὺς ἐνταχθήσονται.

οὐ χαλεπὸν δὲ γνῶναι, ὅπως καὶ αὐτοῦ τοῦ κατὰ βάθος χωρίου διπλασιασμὸς ἔσται, καὶ ἡ ἀπὸ τοῦδε ἀποκατάστασις.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION