- 텍스트

Arrian, Periplus Ponti Euxini, chapter 21

(아리아노스, Periplus Ponti Euxini, chapter 21)

κατὰ τοῦτο μάλιστα τὸ στόμα ἐπ᾿ εὐθὺ πλέοντι ἀνέμῳ ἀπαρκτίᾳ ἰδίως τό πέλαγος νῆσος πρόκειται, ἥντινα οἳ μὲν Ἀχιλλέως νῆσον, οἳ δὲ Δρόμον Ἀχιλλέως, οἳ δὲ Λευκὴν ἐπὶ τῆς χρόας ὀνομάζουσιν.? ταύτην λέγεται Θέτις ἀνεῖναι τῷ παιδί, καὶ ταύτην οἰκεῖν τὸν Ἀχιλλέα.

καὶ νεώς ἐστιν ἐν αὐτῇ τοῦ Ἀχιλλέως, καὶ ξόανον τῆς παλαιᾶς ἐργασίας. ἡ δὲ νῆσος ἀνθρώπων μὲν ἐρήμη ἐστίν, νέμεται δὲ αἰξὶν οὐ πολλαῖς.

καὶ ταύτας ἀνατιθέναι λέγονται τῷ Ἀχιλλεῖ ὅσοι προσίσχουσι. καὶ ἄλλα πολλὰ ἀναθήματα ἀνάκειται ἐν τῷ νεῷ, φιάλαι καὶ δακτύλιοι καὶ λίθοι τῶν πολυτελεστέρων, καὶ ἐπιγράμματα, τὰ μὲν Ῥωμαῖκῶς τὰ Ἑλληνικῶς πεποιημένα ἐν ἄλλῳ καὶ ἄλλῳ μέτρῳ, ἔπαινοι τοῦ Ἀχιλλέως. ἔστιν δὲ ἃ καὶ τοῦ Πατρόκλου: καὶ γὰρ καὶ τὸν Πάτροκλον τιμῶσιν σὺν τῷ Ἀχιλλεῖ ὅσοι τῷ Ἀχιλλεῖ χαρίζεσθαι ἐθέλουσιν.

ὄρνιθες δὲ πολλοὶ αὐλίζονται ἐν τῇ νήσῳ, λάροι καὶ αἴθυιαι καὶ κορῶναι αἱ θαλάσσιαι τὸ πλῆθος οὐ σταθμητοί.

οὗτοι οἱ ὄρνιθες θεραπεύουσιν τοῦ Ἀχιλλέως τὸν νεών. ἑώθεν ὁσημέραι καταπέτονται ἐς τὴν θάλασσαν: ἔπειτα ἀπὸ τῆς θαλάσσης βεβρεγμένοι τὰ πτερὰ σπουδῇ αὖ ἐσπέτονται ἐς τὸν νεών, καὶ ῥαίνουσιν τὸν νεών.

ἐπειδὰν δὲ καλῶς ἔχῃ, οἳ δὲ ἐκκαλλύνουσιν αὖ τὸ ἔδαφος τοῖς πτεροῖς. οἳ δὲ καὶ τάδε ἱστοροῦσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION