호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Τραπεζουντίοις μέν, καθάπερ καὶ Ξενοφῶν λέγει, Κόλχοι ὅμοροι.? καὶ οὓς λέγει τοὺς μαχιμωτάτους καὶ ἐχθροτάτους εἶναι τοῖς Τραπεζουντίοις, ἐκεῖνος μὲν Δρίλας ὀνομάζει, ἐμοὶ δὲ δοκοῦσιν οἱ Σάννοι οὗτοι εἶναι. καὶ γὰρ μαχιμώτατοί εἰσιν ἐς τοῦτο ἔτι καὶ τοῖς Τραπεζουντίοις ἐχθρότατοι, καὶ χωρία ὀχυρὰ οἰκοῦσιν, ἔθνος ἀβασίλευτον καὶ πάλαι μὲν καὶ φόρου ὑποτελὲς Ῥωμαίοις, ὑπὸ δὲ τοῦ λῃστεύειν οὐκ ἀκριβοῦσιν τὴν ἀποφοράν.
ἀλλὰ νῦν γε διδόντος θεοῦ ἀκριβώσουσιν, ἢ ἐξελοῦμεν αὐτούς. τούτων δὲ ἔχονται Μάκρωνες καὶ Ἡνίοχοι: βασιλεὺς δ᾿ αὐτῶν Ἀγχίαλος.
Μακρώνων δὲ καὶ Ἡνιόχων ἐχόμενοι Ζυδρεῖται: Φαρασμάνου οὗτοι ὑπήκοοι. Ζυδρειτῶν δὲ Λαζοί: βασιλεὺς δὲ Λαζῶν Μαλάσσας, ὃς τὴν βασιλείαν παρὰ σοῦ ἔχει. Λαζῶν δὲ Ἀψίλαι ἔχονται:
βασιλεὺς δὲ αὐτῶν Ιοὐλιανός: οὗτος, ἐκ τοῦ πατρὸς τοῦ σοῦ τὴν βασιλείαν ἔχει.
Ἀψίλαις δὲ ὅμοροι Ἀβασκοί: καὶ Ἀβασκῶν βασιλεὺς Ῥησμάγας: καὶ οὗτος παρὰ σοῦ τὴν βασιλείαν ἔχει. Ἀβασκῶν δὲ ἐχόμενοι Σανίγαι, ἵναπερ καὶ ἡ Σεβαστόπολις ᾤκισται: Σανιγῶν βασιλεὺς Σπαδάγας ἐκ σοῦ τὴν βασιλείαν ἔχει. Άψάρου ὡς πρὸς ἑώ ἐπλέομεν ἐν δεξιᾷ τοῦ Εὐξείνου, ὁ δὲ Ἄψαρος πέρας ἐφάνη μοι εἶναι κατὰ μῆκος τοῦ Πόντου:
ἔνθεν γὰρ ἤδη πρὸς ἄρκτον ὁ πλοῦς ἡμῖν ἐγίγνετο ἔστε ἐπὶ Χῶβον ποταμόν, καὶ ὑπὲρ τὸν Χῶβον ἐπὶ τὸν Σιγγάμην.
ἀπὸ δὲ Σιγγάμου ἐκάμπτομεν ἐς τὴν λαιὰν πλευρὰν τοῦ Πόντου ἔστε ἐπὶ τὸν Ἵππον ποταμόν. ἀπὸ δὲ τοῦ Ἵππου ὡς ἐπ᾿ Ἀστέλεφον καὶ Διοσκουριάδα κατείδομεν τὸν Καύκασον τὸ ὄρος, τὸ ὕψος μάλιστα κατὰ τὰς Ἄλπεις τὰς Κελτικάς.
καὶ τοῦ Καυκάσου κορυφή τις ἐδείκνυτο - Στρόβιλος τῇ κορυφῇ ὄνομα - , ἵναπερ ὁ Προμηθεὺς κρεμασθῆναι ὑπὸ Ἡφαίστου κατὰ πρόσταξιν Διὸς μυθεύεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기