Arrian, Anabasis, book 2, chapter 24 5:

(아리아노스, Anabasis, book 2, chapter 24 5:)

Τοῖσ δὲ ἐσ τὸ ἱερὸν τοῦ Ἡρακλέουσ καταφυγοῦσιν ἡ̓͂σαν δὲ αὐτῶν τε τῶν Τυρίων οἱ μάλιστα ἐν τέλει. καὶ ὁ βασιλεὺσ Ἀζέμιλκοσ καὶ Καρχηδονίων τινὲσ θεωροὶ ἐσ τιμὴν τοῦ Ἡρακλέουσ κατὰ δὴ τι[να] νόμιμον παλαιὸν εἰσ τὴν μητρόπολιν ἀφικόμενοἰ τούτοισ ξύμπασιν ἄδειαν δίδωσιν Ἀλέξανδροσ· τοὺσ δὲ ἄλλουσ ἠνδραπόδισε, καὶ ἐπράθησαν Τυρίων τε καὶ τῶν ξένων ὅσοι ἐγκατελήφθησαν μάλιστα ἐσ τρισμυρίουσ.

SEARCH

MENU NAVIGATION