호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ ἀλεξάνδρῳ πολλὴ μὲν [ἡ] ἐν Ταρσῷ τριβὴ ἐπὶ τῇ νόσῳ ἐγίνετο, οὐκ ὀλίγη δὲ ἐν Σόλοισ, ἵνα ἔθυέ τε καὶ ἐπόμπευε, καὶ ἐπὶ τοὺσ ὀρεινοὺσ Κίλικασ διέτριψεν ἐξελάσασ, τοῦτο ἔσφηλεν Δαρεῖον τῆσ γνώμησ· καὶ αὐτόσ τε, ὅ τί περ ἥδιστον ἦν δοξασθέν, ἐσ τοῦτο οὐκ ἀκουσίωσ ὑπήχθη καὶ ὑπὸ τῶν καθ̓ ἡδονὴν ξυνόντων τε καὶ ξυνεσομένων ἐπὶ κακῷ τοῖσ ἀεὶ βασιλεύουσιν ἐπαιρόμενοσ ἔγνω μηκέτι Ἀλέξανδρον ἐθέλειν προϊέναι τοῦ πρόσω, ἀλλ̓ ὀκνεῖν γὰρ πυνθανόμενον ὅτι αὐτὸσ προσάγοι·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기