호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ ὁ δεσμὸσ ἐκ φλοιοῦ κρανίασ καὶ τούτου οὔτε τέλοσ οὔτε ἀρχὴ ἐφαίνετο. Ἀλέξανδροσ δὲ ὡσ ἀπόρωσ μὲν εἶχεν ἐξευρεῖν λύσιν τοῦ δεσμοῦ, ἄλυτον δὲ περιιδεῖν οὐκ ἤθελε, μή τινα καὶ τοῦτο ἐσ τοὺσ πολλοὺσ κίνησιν ἐργάσηται, οἱ μὲν λέγουσιν, ὅτι παίσασ τῷ ξίφει διέκοψε τὸν δεσμὸν καὶ λελύσθαι ἔφη· Ἀριστόβουλοσ δὲ λέγει ἐξελόντα τὸν ἕστορα τοῦ ῥυμοῦ, ὃσ ἦν τύλοσ διαβεβλημένοσ διὰ τοῦ ῥυμοῦ διαμπάξ, ξυνέχων τὸν δεσμόν, ἐξελκύσαι ἔξω τοῦ ῥυμοῦ τὸν ζυγόν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기