- 텍스트

Aristophanes, Wasps, Episode, lyric

(아리스토파네스, Wasps, Episode, lyric)

πολλὰ δὴ διεκόμπασας σὺ κἀγώ.? τουτὶ μὲν ἐπιεικῶς σύ γ ἐξεπίστασαι: ὅπως δ ἐπὶ δεῖπνον ἐς Φιλοκτήμονος ἴμεν. παῖ παῖ, τὸ δεῖπνον Χρυσὲ συσκεύαζε νῷν, ἵνα καὶ μεθυσθῶμεν διὰ χρόνου. μηδαμῶς. κακὸν τὸ πίνειν: ἀπὸ γὰρ οἴνου γίγνεται καὶ θυροκοπῆσαι καὶ πατάξαι καὶ βαλεῖν, κἄπειτ ἀποτίνειν ἀργύριον ἐκ κραιπάλης. οὔκ, ἢν ξυνῇς γ ἀνδράσι καλοῖς τε κἀγαθοῖς. ἢ γὰρ παρῃτήσαντο τὸν πεπονθότα, ἢ λόγον ἔλεξας αὐτὸς ἀστεῖόν τινα, Αἰσωπικὸν γέλοιον ἢ Συβαριτικόν, ὧν ἔμαθες ἐν τῷ συμποσίῳ: κᾆτ ἐς γέλων τὸ πρᾶγμ ἔτρεψας, ὥστ ἀφείς ς ἀποιχεται. μαθητέον τἄρ ἐστὶ πολλοὺς τῶν λόγων, εἴπερ ἀποτείσω μηδέν, ἤν τι δρῶ κακόν. ἄγε νυν ἰώμεν: μηδὲν ἡμᾶς ἰσχέτω.?

상위

Wasps

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION