호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐγὼ εἴσομαι:? καὶ δὴ γάρ εἰμ ἐγὼ Κλέων, ᾄδω δὲ πρῶτος Ἁρμοδίου: δέξαι δὲ σύ. οὐδεὶς πώποτ ἀνὴρ ἔγεντ Ἀθήναις - οὐχ οὕτω γε πανοῦργος <οὐδὲ> κλέπτης. τουτὶ σὺ δράσεις· παραπολεῖ βοώμενος: φήσει γὰρ ἐξολεῖν σε καὶ διαφθερεῖν καὶ τῆσδε τῆς γῆς ἐξελᾶν. ἐγὼ δέ γε, ἐὰν ἀπειλῇ, νὴ Δί ἕτερ ἀντᾴσομαι: ὦνθρωφ, οὖτος ὁ μαιόμενος τὸ μέγα κράτος, ἀντρέψεις ἔτι τὰν πόλιν: ἁ δ ἔχεται ῥοπᾶς. τί δ ὅταν Θέωρος πρὸς ποδῶν κατακείμενος ᾄδῃ Κλέωνος λαβόμενος τῆς δεξιᾶς: Ἀδμήτου λόγον ὦταῖρε μαθὼν τοὺς ἀγαθοὺς φίλει. τούτῳ τί λέξεις σκόλιον· ᾠδικῶς ἐγώ. οὐκ ἔστιν ἀλωπεκίζειν, οὐδ ἀμφοτέροισι γίγνεσθαι φίλον. μετὰ τοῦτον Αἰσχίνης ὁ Σέλλου δέξεται, ἀυὴρ σοφὸς καὶ μουσικός, κᾆτ ᾄσεται:?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기