호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰδού.? θεῶ τὸ σχῆμα, καὶ σκέψαι μ ὅτῳ μάλιστ ἐοίκα τὴν βάδισιν τῶν πλουσίων. ὅτῳ· Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ. καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν. ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν· ἔγωγε. τίνα δῆτ ἂν λέγοις· πολλοὺς πάνυ. πρῶτον μὲν ὡς ἡ Λάμι ἁλοῦς ἐπέρδετο, ἔπειτα δ ὡς ὁ Καρδοπίων τὴν μητέρα. μή μοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων, οἱούς λέγομεν μάλιστα τοὺς κατ οἰκίαν. ἐγᾦδα τοίνυν τῶν γε πάνυ κατ οἰκίαν ἐκεῖνον ὡς οὕτω ποτ ἦν μῦς καὶ γαλῆ. ὦ σκαιὲ κἀπαίδευτε, Θεογένης ἔφη τῷ κοπρολόγῳ καὶ ταῦτα λοιδορούμενος, μῦς καὶ γαλᾶς μέλλεις λέγειν ἐν ἀνδράσιν· ποίους τινὰς δὲ χρὴ λέγειν· μεγαλοπρεπεῖς, ὡς ξυνεθεώρεις Ἀνδροκλεῖ καὶ Κλεισθένει. ἐγὼ δὲ τεθεώρηκα ποώποτ οὐδαμοῖ πλὴν ἐς Πάρον, καὶ ταῦτα δὔ ὀβολὼ φέρων. ἀλλ οὖν λέγειν χρή ς ὡς ἐμάχετό γ αὐτίκα Ἐφουδίων παγκράτιον Ἀσκώνδᾳ καλῶς, ἤδη γέρων ὢν καὶ πολιός, ἔχων δέ τοι πλευρὰν βαθυτάτην καὶ χέρας καὶ λαγόνα καὶ θώρακ ἄριστον. παῦε παῦ, οὐδὲν λέγεις. πῶς ἂν μαχέσαιτο παγκράτιον θώρακ ἔχων· οὕτω διηγεῖσθαι νομίζους οἱ σοφοί. ἀλλ ἕτερον εἰπέ μοι: παρ ἀνδράσι ξένοις πίνων σεαυτοῦ ποῖον ἂν λέξαι δοκεῖς ἐπὶ νεότητος ἔργον ἀνδρικώτατον· ἐκεῖν ἐκεῖν ἀνδρειότατόν γε τῶν ἐμῶν, ὅτ Ἐργασίωνος τὰς χάρακας ὑφειλόμην. ἀπολεῖς με. ποίας χάρακας· ἀλλ ὡς ἢ κάπρον ἐδιώκαθές ποτ ἢ λαγών, ἢ λαμπάδα ἔδραμες, ἀνευρὼν ὅ τι νεανικώτατον. ἐγᾦδα τοίνυν τό γε νεανικώτατον: ὅτε τὸν δρομέα Φάυλλον ὢν βούπαις ἔτι εἶλον διώκων λοιδορίας ψήφοιν δυοῖν. παὖ: ἀλλὰ δευρὶ κατακλινεὶς προσμάνθανε ξυμποτικὸς εἶναι καὶ ξυνουσιαστικός. πῶς οὖν κατακλινῶ· φράζ ἀνύσας. εὐσχημόνως. ὡδὶ κελεύεις κατακλινῆναι· μηδαμῶς. πῶς δαί· τὰ γόνατ ἔκτεινε καὶ γυμναστικῶς ὑγρὸν χύτλασον σεαυτὸν ἐν τοῖς στρώμασιν. ἔπειτ ἐπαίνεσόν τι τῶν χαλκωμάτων, ὀροφὴν θέασαι, κρεκάδι αὐλῆς θαύμασον: ὕδωρ κατὰ χειρός: τὰς τραπέζας ἐσφέρειν: δειπνοῦμεν: ἀπονενίμμεθ: ἤδη σπένδομεν. πρὸς τῶν θεῶν ἐνύπνιον ἑστιώμεθα· αὑλητρὶς ἐνεφύσησεν: οἱ δὲ συμπόται εἰσὶν Θέωρος Αἰσχίνης Φᾶνος Κλέων, ξένος τις ἕτερος πρὸς κεφαλῆς Ἀκέστορος. τούτοις ξυνὼν τὰ σκόλι ὅπως δέξει καλῶς. ἄληθες· ὡς οὐδεὶς Διακρίων δέξεται.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기