- 텍스트

Aristophanes, Wasps, Agon, antepirrheme

(아리스토파네스, Wasps, Agon, antepirrheme)

χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ πὶ τρυγῳδοῖς ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.? ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη - παῦσαι καὶ μὴ πατέριζε. εἰ μὴ γὰρ ὅπως δουλεύω γώ, τουτὶ ταχέως με διδάξεις, οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μ ἀπέχεσθαι. ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον: καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλ ἀπὸ χειρός, τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα: κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς, πρυτανεῖα μέταλλ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα. τούτων πλήρωμα τάλαντ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν. ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν, γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα. οὐδ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρ ἐγίγνεθ ὁ μισθός. μὰ Δί οὐ μέντοι. καὶ ποῖ τρέπεται δὴ πειτα τὰ χρήματα τἄλλα· ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν, ἀλλὰ μαχοῦμαι περὶ τοῦ πλήθους ἀεί. σὺ γὰρ ὦ πάτερ αὐτοὺς ἄρχειν αἱρεῖ σαυτοῦ τούτοις τοῖς ῥηματίοις περιπεφθείς. κᾆθ οὗτοι μὲν δωροδοκοῦσιν κατὰ πεντήκοντα τάλαντα ἀπὸ τῶν πόλεων ἐπαπειλοῦντες τοιαυτὶ κἀναφοβοῦντες, δώσετε τὸν φόρον, ἢ βροντήσας τὴν πόλιν ὑμῶν ἀνατρέψω. σὺ δὲ τῆς ἀρχῆς ἀγαπᾷς τῆς σῆς τοὺς ἀργελόφους περιτρώγων. οἱ δὲ ξύμμαχοι ὡς ᾔσθηνται τὸν μὲν σύρφακα τὸν ἄλλον ἐκ κηθαρίον λαγαριζόμενον καὶ τραγαλιζοντα τὸ μηδέν, σὲ μὲν ἡγοῦνται Κόννου ψῆφον, τούτοισι δὲ δωροφοροῦσιν ὑρ´χας οἶνον δάπιδας τυρὸν μέλι σήσαμα προσκεφάλαια φιάλας χλανίδας στεφάνους ὁρ´μους ἐκπώματα πλουθυγιείαν: σοὶ δ ὧν ἄρχεις, πολλὰ μὲν ἐν γῇ πολλὰ δ ἐφ ὑγρᾷ πιτυλεύσας, οὐδεὶς οὐδὲ σκορόδου κεφαλὴν τοῖς ἑψητοῖσι δίδωσιν. μὰ Δί ἀλλὰ παρ Εὐχαρίδου καὐτὸς τρεῖς γ ἄγλιθας μετέπεμψα. ἀλλ αὐτήν μοι τὴν δουλείαν οὐκ ἀποφαίνων ἀποκναίεις. οὐ γὰρ μεγάλη δουλεία στὶν τούτους μὲν ἅπαντας ἐν ἀρχαῖς αὐτούς τ εἶναι καὶ τοὺς κόλακας τοὺς τούτων μισθοφοροῦντας· σοὶ δ ἤν τις δῷ τοὺς τρεῖς ὀβολούς, ἀγαπᾷς: οὓς αὐτὸς ἐλαύνων καὶ πεζομαχῶν καὶ πολιορκῶν ἐκτήσω πολλὰ πονήτας. καὶ πρὸς τούτοις ἐπιταττόμενος φοιτᾷς, ὃ μάλιστά μ ἀπάγχει, ὅταν εἰσελθὸν μειράκιόν σοι κατάπυγον, Χαιρέου υἱός, ὡδὶ διαβὰς διακινηθεὶς τῷ σώματι καὶ τρυφερανθείς, ἥκειν εἴπῃ πρῲ κἀν ὡρ´ᾳ δικάσονθ, ὡς ὅστις ἂν ὑμῶν ὕστερος ἔλθῃ τοῦ σημείου, τὸ τριώβολον οὐ κομιεῖται: αὐτὸς δὲ φέρει τὸ συνηγορικὸν δραχμήν, κἂν ὕστερος ἔλθῃ: καὶ κοινωνῶν τῶν ἀρχόντων ἑτέρῳ τινὶ τῶν μεθ ἑαυτοῦ, ἤν τίς τι διδῷ τῶν φευγόντων, ξυνθέντε τὸ πρᾶγμα δύ ὄντε ἐσπουδάκατον, κᾆθ ὡς πρίονθ ὁ μὲν ἕλκει ὁ δ ἀντενέδωκε: σὺ δὲ χασκάζεις τὸν κωλακρέτην, τὸ δὲ πραττόμενόν σε λέληθεν.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION