호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὃ δέ γ ἥδιστον τούτων ἐστὶν πάντων, οὗ γὼ πελελήσμην, ὅταν οἴκαδ ἰώ τὸν μισθὸν ἔχων, κἄπειθ ἥκονθ ἅμα πάντες ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με ἀπονίζῃ καὶ τὼ πόδ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ καὶ παππίζους ἅμα τῇ γλώττῃ <τὸ> τριώβολον ἐκκαλαμᾶται, καὶ τὸ γύναιόν μ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ, κἄπειτα καθεζομένη παρ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί, ἔντραγε τουτί:? τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότ ἄριστον παραθήσει καταρασάμενος καὶ τονθορύσας. ἀλλ ἢν μή μοι ταχὺ μάξῃ, τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν. κἂν οἶνόν μοι μὴ γχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδ ἐσκεκόμισμαι οἴνου μεστόν, κᾆτ ἐγχέομαι κλίνας: οὗτος δὲ κεχηνὼς βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν. ἆρ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω, ὅστις ἀκούω ταὔθ ἅπερ ὁ Ζεύς·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기