호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεύτερον αὖ σου τουτὶ γράφομαι, τὴν τοῦ πλούτου καταχήνην:? καὶ τἀγαθά μοι μέμνης ἅχεις φάσκων τῆς Ἑλλάδος ἄρχειν. παίδων τοίνυν δοκιμαζομένων αἰδοῖα πάρεστι θεᾶσθαι. κἂν Οἰάγρος εἰσέλθῃ φεύγων, οὐκ ἀποφεύγει πρὶν ἂν ἡμῖν ἐκ τῆς Νιόβης εἴπῃ ῥῆσιν τὴν καλλίστην ἀπολέξας. κἂν αὐλητής γε δίκην νικᾷ, ταύτης ἡμῖν ἐπίχειρα ἐν φορβειᾷ τοῖσι δικασταῖς ἔξοδον ηὔλης ἀπιοῦσι. κἂν ἀποθνῄσκων ὁ πατήρ τῳ δῷ καταλείπων παῖδ ἐπίκληρον, κλάειν ἡμεῖς μακρὰ τὴν κεφαλὴν εἰπόντες τῇ διαθήκῃ καὶ τῇ κόγχῃ τῇ πάνυ σεμνῶς τοῖς σημείοισιν ἐπούσῃ, ἔδομεν ταύτην ὅστις ἂν ἡμᾶς ἀντιβολήσας ἀναπείσῃ. καὶ ταῦτ ἀνυπεύθυνοι δρῶμεν, τῶν δ ἄλλων οὐδεμἴ ἀρχή. τουτὶ γάρ τοι σεμνόν, τούτων ὧν εἴρηκας μακαρίζω: τῆς δ ἐπικλήρου τὴν διαθήκην ἀδικεῖς ἀνακογχυλιάζων. ἔτι δ ἡ βουλὴ χὠ δῆμος ὅταν κρῖναι μέγα πρᾶγμ ἀπορήσῃ ἐψήφισται τοὺς ἀδικοῦντας τοῖσι δικασταῖς παραδοῦναι: εἶτ Εὐάθλος χὠ μέγας οὗτος Κολακώνυμος ἀσπιδαποβλὴς οὐχὶ προδώσειν ἡμᾶς φασίν, περὶ τοῦ πλήθους δὲ μαχεῖσθαι. κἀν τῷ δήμῳ γνώμην οὐδεὶς πώποτ ἐνίκησεν, ἐὰν μὴ εἴπῃ τὰ δικαστήρι ἀφεῖναι πρώτιστα μίαν δικάσαντας: αὐτὸς δὲ Κλέων ὁ κεκραξιδάμας μόνον ἡμᾶς οὐ περιτρώγει, ἀλλὰ φυλάττει διὰ χειρὸς ἔχων καὶ τὰς μυίας ἀπαμύνει. σὺ δὲ τὸν πατέρ οὐδ ὁτιοῦν τούτων τὸν σαυτοῦ πώποτ ἔδρασας. ἀλλὰ Θέωρος, καίτοὐστὶν ἀνὴρ Εὐφημίου οὐδὲν ἐλάττων, τὸν σφόγγον ἔχων ἐκ τῆς λεκάνης τἀμβάδι ἡμῶν περικωνεῖ. σκέψαι μ ἀπὸ τῶν ἀγαθῶν οἱών ἀποκλῄεις καὶ κατερύκεις, ἣν δουλείαν οὖσαν ἔφασκες καὶ ὑπηρεσίαν ἀποδείξειν. ἔμπλησο λέγων: πάντως γάρ τοι παύσει ποτὲ κἀναφανήσει πρωκτὸς λουτροῦ περιγιγνόμενος τῆς ἀρχῆς τῆς περισέμνου.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기