호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ μὴν εὐθύς γ ἀπὸ βαλβίδων περὶ τῆς ἀρχῆς ἀποδείξω τῆς ἡμετέρας ὡς οὐδεμιᾶς ἥττων ἐστὶν βασιλείας.? τί γὰρ εὔδαιμον καὶ μακαριστὸν μᾶλλον νῦν ἐστὶ δικαστοῦ, ἢ τρυφερώτερον ἢ δεινότερον ζῷον, καὶ ταῦτα γέροντος· ὃν πρῶτα μὲν ἑρ´ποντ ἐξ εὐνῆς τηροῦς ἐπὶ τοῖσι δρυφάκτοις ἄνδρες μεγάλοι καὶ τετραπήχεις: κἄπειτ εὐθὺς προσιόντι ἐμβάλλει μοι τὴν χεῖρ ἁπαλὴν τῶν δημοσίων κεκλοφυῖαν: ἱκετεύουσίν θ ὑποκύπτοντες τὴν φωνὴν οἰκτροχοοῦντες: οἴκτιρόν μ ὦ πάτερ, αἰτοῦμαί ς, εἰ καὐτὸς πώποθ ὑφείλου ἀρχὴν ἄρξας ἢ πὶ στρατιᾶς τοῖς ξυσσίτοις ἀγοράζων: ὃς ἔμ οὐδ ἂν ζῶντ ᾔδειν εἰ μὴ διὰ τὴν προτέραν ἀπόφυξιν. τουτὶ περὶ τῶν ἀντιβολούντων ἔστω τὸ μνημόσυνόν μοι. εἶτ εἰσελθὼν ἀντιβοληθεὶς καὶ τὴν ὀργὴν ἀπομορχθεὶς ἔνδον τούτων ὧν ἂν φάσκω πάντων οὐδὲν πεποίηκα, ἀλλ ἀκροῶμαι πάσας φωνὰς ἱέντων εἰς ἀπόφυξιν. φέρ ἴδω, τί γὰρ οὐκ ἔστιν ἀκοῦσαι θώπευμ ἐνταῦθα δικαστῇ· οἱ μέν γ ἀποκλάονται πενίαν αὑτῶν καὶ προστιθέασι κακὰ πρὸς τοῖς οὖσιν, ἑώς ἀνιῶν ἂν ἰσώσῃ τοῖσιν ἐμοῖσιν: οἱ δὲ λέγουσιν μύθους ἡμῖν, οἱ δ Αἰσώπου τι γέλοιον: οἱ δὲ σκώπτους, ἵν ἐγὼ γελάσω καὶ τὸν θυμὸν καταθῶμαι. κἂν μὴ τούτοις ἀναπειθώμεσθα, τὰ παιδάρι εὐθὺς ἀνέλκει τὰς θηλείας καὶ τοὺς υἱεῖς τῆς χειρός, ἐγὼ δ ἀκροῶμαι: τὰ δὲ συγκύψανθ ἅμα βληχᾶται: κἄπειθ ὁ πατὴρ ὑπὲρ αὐτῶν ὥσπερ θεὸν ἀντιβολεῖ με τρέμων τῆς εὐθύνης ἀπολῦσαι: "εἰ μὲν χαίρεις ἀρνὸς φωνῇ, παιδὸς φωνὴν ἐλεήσαις: εἰ δ αὖ τοῖς χοιριδίοις χαίρω, θυγατρὸς φωνῇ με πιθέσθαι. χἠμεῖς αὐτῷ τότε τῆς ὀργῆς ὀλίγον τὸν κόλλοπ ἀνεῖμεν. ἆρ οὐ μεγάλη τοῦτ ἔστ ἀρχὴ καὶ τοῦ πλούτου καταχήνη·
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기