호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νῦν δὴ τὸν ἐκ θἠμετέρου γυμνασίου δεῖ τι λέγειν καινόν, ὅπως φανήσει - ἐνεγκάτω μοι δεῦρο τὴν κίστην τις ὡς τάχιστα.? ἀτὰρ φανεῖ ποῖός τις ὤν, ἢν ταῦτα παρακελεύῃ· μὴ κατὰ τὸν νεανίαν τονδὶ λέγων. ὁρᾷς γὰρ ὥς σοι μέγας ἐστὶν ἁγὼν καὶ περὶ τῶν ἁπάντων, εἴπερ, ὃ μὴ γένοιθ, οὗτός <ς> ἐθέλει κρατῆσαι. καὶ μὴν ὅς ἂν λέξῃ γ ἁπλῶς μνημόσυνα γράψομαι γώ. τί γὰρ φάθ ὑμεῖς, ἢν ὁδί με τῷ λόγῳ κρατήσῃ· οὐκέτι πρεσβυτῶν ὄχλος χρήσιμος ἔστ οὐδ ἀκαρῆ: σκωπτόμενοι δ ἐν ταῖς ὁδοῖς θαλλοφόροι καλούμεθ, ἀντωμοσιῶν κελύφη.
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기