- 텍스트

Aristophanes, Wasps, Prologue

(아리스토파네스, Wasps, Prologue)

Οὗτος τί πάσχεις ὦ κακόδαιμον Ξανθία·? φυλακὴν καταλύειν νυκτερινὴν διδάσκομαι. κακὸν ἆρα ταῖς πλευραῖς τι προὐφείλεις μέγα. ἆρ οἶσθά γ οἱο῀ν κνώδαλον φυλάττομεν· οἶδ, ἀλλ ἐπιθυμῶ σμικρὸν ἀπομερμηρίσαι. σὺ δ οὖν παρακινδύνευ, ἐπεὶ καὐτοῦ γ ἐμοῦ κατὰ τοῖν κόραιν ὕπνου τι καταχεῖται γλυκύ. ἀλλ ἦ παραφρονεῖς ἐτεὸν ἢ κορυβαντιᾷς· οὔκ, ἀλλ ὕπνος μ ἔχει τις ἐκ Σαβαζίου. τὸν αὐτὸν ἄρ ἐμοὶ βουκολεῖς Σαβάζιον. κἀμοὶ γὰρ ἀρτίως ἐπεστρατεύσατο Μῆδός τις ἐπὶ τὰ βλέφαρα νυστακτὴς ὕπνος: καὶ δῆτ ὄναρ θαυμαστὸν εἶδον ἀρτίως. κἄγωγ ἀληθῶς οἱο῀ν οὐδεπώποτε. ἀτὰρ σὺ λέξον πρότερος. ἐδόκουν αἰετὸν καταπτόμενον ἐς τὴν ἀγορὰν μέγαν πάνυ ἀναρπάσαντα τοῖς ὄνυξιν ἀσπίδα φέρειν ἐπίχαλκον ἀνεκὰς ἐς τὸν οὐρανόν, κἄπειτα ταύτην ἀποβαλεῖν Κλεώνυμον. οὐδὲν ἄρα γρίφου διαφέρει Κλεώνυμος. πῶς δή· προσερεῖ τις τοῖσι συμπόταις, λέγων τί ταὐτὸν ἐν γῇ τ ἀπέβαλεν κἀν οὐρανῷ κἀν τῇ θαλάττῃ θηρίον τὴν ἀσπίδα· οἴμοι τί δῆτά μοι κακὸν γενήσεται ἰδόντι τοιοῦτον ἐνύπνιον· μὴ φροντίσῃς. οὐδὲν γὰρ ἔσται δεινὸν οὐ μὰ τοὺς θεούς. δεινόν γέ ποὔστ ἄνθρωπος ἀποβαλὼν ὅπλα. ἀτὰρ σὺ τὸ σὸν αὖ λέξον. ἀλλ ἐστὶν μέγα. περὶ τῆς πόλεως γάρ ἐστι τοῦ σκάφους ὅλου. λέγε νυν ἀνύσας τι τὴν τρόπιν τοῦ πράγματος. ἔδοξέ μοι περὶ πρῶτον ὕπνον ἐν τῇ πυκνὶ ἐκκλησιάζειν πρόβατα συγκαθήμενα, βακτηρίας ἔχοντα καὶ τριβώνια: κἄπειτα τούτοις τοῖς προβάτοισι μοὐδόκει δημηγορεῖν φάλαινα πανδοκεύτρια, ἔχουσα φωνὴν ἐμπεπρησμένης ὑός. αἰβοῖ. τί ἔστι· παῦε παῦε, μὴ λέγε: ὄζει κάκιστον τοὐνύπνιον βύρσης σαπρᾶς. εἶθ ἡ μιαρὰ φάλαιν ἔχουσα τρυτάνην ἵστη βόειον δημόν. οἴμοι δείλαιος: τὸν δῆμον ἡμῶν βούλεται διιστάναι. ἐδόκει δέ μοι Θέωρος αὐτῆς πλησίον χαμαὶ καθῆσθαι τὴν κεφαλὴν κόρακος ἔχων. εἶτ Ἀλκιβιάδης εἶπε πρός με τραυλίσας, "ὁλᾷς· Θέωλος τὴν κεφαλὴν κόλακος ἔχει. " ὀρθῶς γε τοῦτ Ἀλκιβιάδης ἐτραύλισεν. οὔκουν ἐκεῖν ἀλλόκοτον, ὁ Θέωρος κόραξ γιγνόμενος· ἥκιστ, ἀλλ ἄριστον. πῶς· ὅπως· ἄνθρωπος ὢν εἶτ ἐγένετ ἐξαίφνης κόραξ: οὔκουν ἐναργὲς τοῦτο συμβαλεῖν, ὅτι ἀρθεὶς ἀφ ἡμῶν ἐς κόρακας οἰχήσεται· εἶτ οὐκ ἐγὼ δοὺς δύ ὀβολὼ μισθώσομαι οὕτως ὑποκρινόμενον σοφῶς ὀνείρατα· φέρε νυν κατείπω τοῖς θεαταῖς τὸν λόγον, ὀλίγ ἄτθ ὑπειπὼν πρῶτον αὐτοῖσιν ταδί, μηδὲν παρ ἡμῶν προσδοκᾶν λίαν μέγα, μηδ αὖ γέλωτα Μεγαρόθεν κεκλεμμένον.

ἡμῖν γὰρ οὐκ ἔστ οὔτε κάρυ ἐκ φορμίδος δούλω διαρριπτοῦντε τοῖς θεωμένοις, οὔθ Ἡρακλῆς τὸ δεῖπνον ἐξαπατώμενος, οὐδ αὖθις ἀνασελγαινόμενος Εὐριπίδης: οὐδ εἰ Κλέων γ ἔλαμψε τῆς τύχης χάριν, αὖθις τὸν αὐτὸν ἄνδρα μυττωτεύσομεν. ἀλλ ἔστιν ἡμῖν λογίδιον γνώμην ἔχον, ὑμῶν μὲν αὐτῶν οὐχὶ δεξιώτερον, κωμῳδίας δὲ φορτικῆς σοφώτερον. ἔστιν γὰρ ἡμῖν δεσπότης ἐκεινοσὶ ἅνω καθεύδων, ὁ μέγας, οὑπὶ τοῦ τέγους. οὗτος φυλάττειν τὸν πατέρ ἐπέταξε νῷν, ἔνδον καθείρξας, ἵνα θύραζε μὴ ξίῃ. νόσον γὰρ ὁ πατὴρ ἀλλόκοτον αὐτοῦ νοσεῖ, ἣν οὐδ ἂν εἷς γνοίη ποτ οὐδ ἂν ξυμβάλοι εἰ μὴ πύθοιθ ἡμῶν: ἐπεὶ τοπάζετε. Ἀμυνίας μὲν ὁ Προνάπους φής οὑτοσὶ εἶναι φιλόκυβον αὐτόν: ἀλλ οὐδὲν λέγει. μὰ Δί, ἀλλ ἀφ αὑτοῦ τὴν νόσον τεκμαίρεται. οὔκ, ἀλλὰ "φιλο" μέν ἐστιν ἀρχὴ τοῦ κακοῦ. ὁδὶ δέ φησι Σωσίας πρὸς Δερκύλον εἶναι φιλοπότην αὐτόν. οὐδαμῶς γ, ἐπεὶ αὕτη γε χρηστῶν ἐστιν ἀνδρῶν ἡ νόσος. Νικόστρατος δ αὖ φησιν ὁ Σκαμβωνίδης εἶναι φιλοθύτην αὐτὸν ἢ φιλόξενον. μὰ τὸν κύν ὦ Νικόστρατ οὐ φιλόξενος, ἐπεὶ καταπύγων ἐστὶν ὅ γε Φιλόξενος. ἄλλως φλυαρεῖτ:

οὐ γὰρ ἐξευρήσετε. εἰ δὴ πιθυμεῖτ εἰδέναι, σιγᾶτε νῦν. φράσω γὰρ ἤδη τὴν νόσον τοῦ δεσπότου. φιληλιαστής ἐστιν ὡς οὐδεὶς ἀνήρ, ἐρᾷ τε τούτου, τοῦ δικάζειν, καὶ στένει ἢν μὴ πὶ τοῦ πρώτου καθίζηται ξύλου. ὕπνου δ ὁρᾷ τῆς νυκτὸς οὐδὲ πασπάλην. ἢν δ οὖν καταμύσῃ κἂν ἄχνην, ὅμως ἐκεῖ ὁ νοῦς πέτεται τὴν νύκτα περὶ τὴν κλεψύδραν. ὑπὸ τοῦ δὲ τὴν ψῆφόν γ ἔχειν εἰωθέναι τοὺς τρεῖς ξυνέχων τῶν δακτύλων ἀνίσταται, ὥσπερ λιβανωτὸν ἐπιτιθεὶς νουμηνίᾳ. καὶ νὴ Δί ἢν ἴδῃ γέ που γεγραμμένον υἱὸν Πυριλάμπους ἐν θύρᾳ Δῆμον καλόν, ἰὼν παρέγραψε πλησίον "κημὸς καλός. " τὸν ἀλεκτρυόνα δ, ὃς ᾖδ ἀφ ἑσπέρας, ἔφη ὄψ ἐξεγείρειν αὐτὸν ἀναπεπεισμένον, παρὰ τῶν ὑπευθύνων ἔχοντα χρήματα. εὐθὺς δ ἀπὸ δορπηστοῦ κέκραγεν ἐμβάδας, κἄπειτ ἐκεῖς ἐλθὼν προκαθεύδει πρῲ πάνυ, ὥσπερ λεπὰς προσεχόμενος τῷ κίονι. ὑπὸ δυσκολίας δ ἅπασι τιμῶν τὴν μακρὰν ὥσπερ μέλιττ ἢ βομβυλιὸς εἰσέρχεται ὑπὸ τοῖς ὄνυξι κηρὸν ἀναπεπλασμένος. ψήφων δὲ δείσας μὴ δεηθείη ποτέ, ἵν ἔχοι δικάζειν, αἰγιαλὸν ἔνδον τρέφει. τοιαῦτ ἀλύει: νουθετούμενος δ ἀεὶ μᾶλλον δικάζει. τοῦτον οὖν φυλάττομεν μοχλοῖσιν ἐνδήσαντες, ὡς ἂν μὴ ξίῃ. ὁ γὰρ υἱὸς αὐτοῦ τὴν νόσον βαρέως φέρει. καὶ πρῶτα μὲν λόγοισι παραμυθούμενος ἀνέπειθεν αὐτὸν μὴ φορεῖν τριβώνιον μηδ ἐξιέναι θύραζ, ὁ δ οὐκ ἐπείθετο. εἶτ αὐτὸν ἀπέλου κἀκάθαιρ, ὁ δ οὐ μάλα. μετὰ τοῦτ ἐκορυβάντιζ, ὁ δ αὐτῷ τυμπάνῳ ᾄξας ἐδίκαζεν ἐς τὸ καινὸν ἐμπεσών. ὅτε δῆτα ταύταις ταῖς τελεταῖς οὐκ ὠφέλει, διέπλευσεν εἰς Αἴγιναν, εἶτα ξυλλαβὼν νύκτωρ κατέκλινεν αὐτὸν εἰς Ἀσκληπιοῦ, ὁ δ ἀνεφάνη κνεφαῖος ἐπὶ τῇ κιγκλίδι. ἐντεῦθεν οὐκέτ αὐτὸν ἐξεφρίεμεν, ὁ δ ἐξεδίδρασκε διά τε τῶν ὑδρορροῶν καὶ τῶν ὀπῶν: ἡμεῖς δ ὅς ἦν τετρημένα ἐνεβύσαμεν ῥακίοισι κἀπακτώσαμεν, ὁ δ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτ ἐξήλλετο. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν. ἔστιν δ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων ναὶ μὰ Δία, τῷ δ υἱεῖ γε τῳδὶ Βδελυκλέων, ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας. ὦ Ξανθία καὶ Σωσία, καθεύδετε·

οἴμοι. τί ἔστι· Βδελυκλέων ἀνίσταται. οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρ ἅτερος· ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλ ἄθρει κατὰ τῆς πυέλου τὸ τρῆμ ὅπως μὴ κδύσεται: σὺ δὲ τῇ θύρᾳ πρόσκεισο. ταῦτ ὦ δέσποτα. ἄναξ Πόσειδον τί ποτ ἄρ ἡ κάπνη ψοφεῖ· οὗτος τίς εἶ σύ· καπνὸς ἔγωγ ἐξέρχομαι. καπνός· φέρ ἴδω ξύλου τίνος σύ. συκίνου. νὴ τὸν Δί ὅσπερ γ ἐστὶ δριμύτατος καπνῶν. ἀτὰρ οὐκέτ ἐρρήσεις γε, ποῦ σθ ἡ τηλία· δύου πάλιν: φέρ ἐπαναθῶ σοι καὶ ξύλον. ἐνταῦθά νυν ζήτει τιν ἀλλην μηχανήν. ἀτὰρ ἄθλιός γ εἰίμ ὡς ἕτερός γ οὐδεὶς ἀνήρ, ὅστις πατρὸς νυνὶ Καπνίου κεκλήσομαι. <ὅδε> τὴν θύραν ὠθεῖ: πιέζέ νυν σφόδρα, εὖ κἀνδρικῶς: κἀγὼ γὰρ ἐνταῦθ ἔρχομαι. καὶ τῆς κατακλῇδος ἐπιμελοῦ, καὶ τοῦ μοχλοῦ φύλατθ ὅπως μὴ τὴν βάλανον ἐκτρώξεται. τί δράσετ· οὐκ ἐκφρήσετ ὦ μιαρώτατοι δικάσοντά μ, ἀλλ ἐκφεύξεται Δρακοντίδης· σὺ δὲ τοῦτο βαρέως ἂν φέροις· ὁ γὰρ θεὸς μαντευομένῳ μοὔχρησεν ἐν Δελφοῖς ποτέ, ὅταν τις ἐκφύγῃ μ ἀποσκλῆναι τότε. Ἄπολλον ἀποτρόπαιε τοῦ μαντεύματος. ἴθ ἀντιβολῶ ς ἔκφρες με, μὴ διαρραγῶ. μὰ τὸν Ποσειδῶ Φιλοκλέων οὐδέποτέ γε. διατρώξομαι τοίνυν ὀδὰξ τὸ δίκτυον. ἀλλ οὐκ ἔχεις ὀδόντας. οἴμοι δείλαιος: τῶς ἄν ς ἀποκτείναιμι· πῶς· δότε μοι ξίφος ὅπως τάχιστ, ἢ πινάκιον τιμητικόν. ἅνθρωπος οὗτος μέγα τι δρασείει κακόν. μὰ τὸν Δί οὐ δῆτ, ἀλλ ἀποδόσθαι βούλομαι τὸν ὄνον ἄγων αὐτοῖσι τοῖς κανθηλίοις: νουμηνία γάρ ἐστιν. οὔκουν κἂν ἐγὼ αὐτὸν ἀποδοίμην δῆτ ἄν· οὐχ ὥσπερ γ ἐγώ. μὰ Δί ἀλλ ἄμεινον. ἀλλὰ τὸν ὄνον ἔξαγε. οἱάν πρόφασιν καθῆκεν, ὡς εἰρωνικῶς, ἵν αὐτὸν ἐκπέμψειας. ἀλλ οὐκ ἔσπασεν ταύτῃ γ: ἐγὼ γὰρ ᾐσθόμην τεχνωμένου. ἀλλ εἰσιών μοι τὸν ὄνον ἐξάγειν δοκῶ ὅπως ἂν ὁ γέρων μηδὲ παρακύψῃ πάλιν. κάνθων τί κλάεις· ὅτι πεπράσει τήμερον· βάδιζε θᾶττον. τί στένεις, εἰ μὴ φέρεις Ὀδυσσέα τιν· ἀλλὰ ναὶ μὰ Δία φέρει κάτω γε τουτονί τιν ὑποδεδυκότα. ποῖον·

φέρ ἴδωμαι τουτονί. τουτὶ τί ἦν· τίς εἶ ποτ ὦνθρωπ ἐτεόν· Οὖτις νὴ Δία. Οὖτις σύ· ποδαπός· Ἴθακος Ἀποδρασιππίδου. Οὖτις μὰ τὸν Δί οὔτι χαιρήσων γε σύ. ὕφελκε θᾶττον αὐτόν. ὦ μιαρώτατος ἵν ὑποδέδυκεν: ὥστ ἔμοιγ ἰνδάλλεται ὁμοιότατος κλητῆρος εἶναι πωλίῳ. εἰ μή μ ἐάσεθ ἥσυχον, μαχούμεθα. περὶ τοῦ μαχεῖ νῷν δῆτα· περὶ ὄνου σκιᾶς. πονηρὸς εἶ πόρρω τέχνης καὶ παράβολος. ἐγὼ πονηρός· οὐ μὰ Δί ἀλλ οὐκ οἶσθα σὺ νῦν μ ὄντ ἄριστον: ἀλλ ἴσως, ὅταν φάγῃς ὑπογάστριον γέροντος ἡλιαστικοῦ. ὤθει τὸν ὄνον καὶ σαυτὸν ἐς τὴν οἰκίαν. ὦ ξυνδικασταὶ καὶ Κλέων ἀμύνατε. ἔνδον κέκραχθι τῆς θύρας κεκλῃμένης. ὤθει σὺ πολλοὺς τῶν λίθων πρὸς τὴν θύραν, καὶ τὴν βάλανον ἔμβαλλε πάλιν ἐς τὸν μοχλόν, καὶ τῇ δοκῷ προσθεὶς τὸν ὅλμον τὸν μέγαν ἀνύσας τι προσκύλισον. οἴμοι δείλαιος: πόθεν ποτ ἐμπέπτωκέ μοι τὸ βωλίον· ἴσως ἄνωθεν μῦς ἐνέβαλέ σοί ποθεν. μῦς· οὐ μὰ Δί ἀλλ ὑποδυόμενός τις οὑτοσὶ ὑπὸ τῶν κεραμίδων ἡλιαστὴς ὀροφίας. οἴμοι κακοδαίμων, στροῦθος ἁνὴρ γίγνεται: ἐκπτήσεται. ποῦ ποῦ στί μοι τὸ δίκτυον· σοῦ σοῦ, πάλιν σοῦ. νὴ Δί ἦ μοι κρεῖττον ἦν τηρεῖν Σκιώνην ἀντὶ τούτου τοῦ πατρός. ἄγε νυν, ἐπειδὴ τουτονὶ σεσοβήκαμεν, κοὐκ ἔσθ ὅπως διαδὺς ἂν ἡμᾶς ἔτι λάθοι, τί οὐκ ἀπεκοιμήθημεν ὅσον ὅσον στίλην· ἀλλ ὦ πόνηρ ἥξουσιν ὀλίγον ὕστερον οἱ ξυνδικασταὶ παρακαλοῦντες τουτονὶ τὸν πατέρα. τίλέγεις· ἀλλὰ νῦν γ ὄρθρος βαθύς. νὴ τὸν Δί, ὀψὲ γοῦν ἀνεστήκασι νῦν. ὡς ἀπὸ μέσων νυκτῶν γε παρακαλοῦς ἀεί, λύχνους ἔχοντες καὶ μινυρίζοντες μέλη ἀρχαῖα μελισιδωνοφρυνιχήρατα, οἷς ἐκκαλοῦνται τοῦτον. οὐκοῦν, ἢν δέῃ, ἤδη ποτ αὐτοὺς τοῖς λίθοις βαλλήσομεν. ἀλλ ὦ πόνηρε τὸ γένος ἤν τις ὀργίσῃ τὸ τῶν γερόντων, ἔσθ ὅμοιον σφηκιᾷ. ἔχουσι γὰρ καὶ κέντρον ἐκ τῆς ὀσφύος ὀξύτατον, ᾧ κεντοῦσι, καὶ κεκραγότες πηδῶσι καὶ βάλλουσιν ὥσπερ φέψαλοι. μὴ φροντίσῃς: ἐὰν ἐγὼ λίθους ἔχω, πολλῶν δικαστῶν σφηκιὰν διασκεδῶ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION