호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα, ἐφ ᾧτ ἀκοῦσαι μηδὲν ὑπ ἐμοῦ μηδαμὰ κακὸν τὸ λοιπόν.? ταῦτ ἐπικηρυκεύομαι. χρείᾳ δὲ ποίᾳ τόνδ ἐπεσφέρεις λόγον· ὅδ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός. ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε κακῶς ἀκούσητ: ἢν δὲ μὴ πίθησθέ μοι, ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ. τὰ μὲν παρ ἡμῶν ἴσθι σοι πεπεισμένα: τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ. ἐμὸν ἔργον ἐστίν: καὶ σὸν ὦλάφιον ἅ σοι καθ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν. πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον. σὺ δ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν. τί τὸ βόμβο τοῦτο· κῶμο τίς ἀνεγεῖρί μοι ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα. ὀρχησομένη γὰρ ἔρχεθ ὡς ἄνδρας τινάς. ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύς ἐγώ. ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο. φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί: καθιζομένη δ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου τὼ πόδε πρότεινον, ἵν ὑπολύσω. ναῖκι ναὶ κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον. οἴμ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη. αὔλει σὺ θᾶττον: ἔτι δέδοικας τὸν Σκύθην· καλό γε τὸ πυγή. κλαῦσί γ ἂν μὴ νδον μένῃς. ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος: εἰε῀ν: καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον. καλῶς ἔχει. λαβὲ θοἰμάτιον: ὡρ´α στὶ νῷν ἤδη βαδίζειν. οὐκὶ πιλῆσι πρῶτά με· πάνυ γε: φίλησον αὐτόν. ὀ` ὀ` ὀ` παπαπαπαῖ, ὠς γλυκερὸ τὸ γλῶσς, ὤσπερ Ἀττικὸς μέλις. τί οὐ κατεύδει παρ ἐμέ· χαῖρε τοξότα, οὐ γὰρ γένοιτ ἂν τοῦτο. ναὶ <ναὶ> γρᾴδιο. ἐμοὶ κάρισο σὺ τοῦτο. δώσεις οὖν δραχμήν· ναὶ ναῖκι δῶσι. τἀργύριον τοίνυν φέρε. ἀλλ οὐκ ἔκὠδέν: ἀλλὰ τὸ συβήνην λαβέ. ἔπειτα κομίζεις αὐτοῖς. ἀκολούτι τέκνον. σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο. ὄνομα δέ σοι τί ἔστιν· Ἀρτεμισία. μεμνῆσι τοίνυν τοὔνομ: Ἀρταμουξία. Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς. σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών: ἐγὼ δὲ λύσω τόνδε. σὺ δ ὅπως ἀνδρικῶς ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε. ἐμοὶ μελήσει ταῦτά γ ἢν ἅπαξ λυθῶ. λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην ἥκοντα καταλαβεῖν. ἐγὼ δὴ τοῦτο δρῶ. ὦ γρᾴδι ὠς καρίεντό σοι τὸ τυγάτριον, κοὐ δύσκολ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο· οἴμ ὠς ἀπόλωλο: ποῦ τὸ γέροντ ἐντευτενί· ὦ γρᾴδι, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο. Ἀρταμουξία. διέβαλλέ μ η γραῦς. ἀπότρεκ ὠς τάκιστα σύ: ὀρτῶς δὲ συβήνη στί: καταβηνῆσι γάρ. οἴμοι, τί δρᾶσι· ποῖ τὸ γρᾴδι· Ἀρταμουξία. τὴν γραῦν ἐρωτᾷς, ἣ φερεν τὰς πηκτίδας· ναὶ ναῖκι. εἶδες αὐτό· ταύτῃ γ οἴχεται αὐτή τ ἐκείνη καὶ γέρων τις εἵπετο. κροκῶτ ἔκοντο τὴ γέροντο· φήμ ἐγώ. ἔτ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί. ὦ μιαρὸ γρᾶο: πότερα τρέξι τὴν ὀδό· Ἀρταμουξία. ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς· οὐ πάλιν τῃδὶ διώξει· ς τοὔμπαλιν τρέχεις σύ γε. κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기