호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄπελθ.? ἐγὼ γὰρ βασανιῶ ταύτην καλῶς ἐκ τῶν ἱερῶν τῶν πέρυσι: σὺ δ ἀπόστηθί μοι, ἵνα μὴ πακούσῃς ὢν ἀνήρ. σὺ δ εἰπέ μοι ὅ τι πρῶτον ἡμῖν τῶν ἱερῶν ἐδείκνυτο. φέρ ἴδω, τί μέντοι πρῶτον ἦν· ἐπίνομεν. τί δὲ μετὰ τοῦτο δεύτερον· προὐπίνομεν. ταυτὶ μὲν ἤκουσάς τινος: τί δαὶ τρίτον· σκάφιον Ξένυλλ ᾔτησεν: οὐ γὰρ ἦν ἀμίς. οὐδὲν λέγεις. δεῦρ ἐλθὲ δεῦρ ὦ Κλείσθενες: ὅδ ἐστὶν ἁνὴρ ὃν λέγεις. τί οὖν ποιῶ· ἀπόδυσον αὐτόν: οὐδὲν ὑγιὲς γὰρ λέγει. κἄπειτ ἀποδύσετ ἐννέα παίδων μητέρα· χάλα ταχέως τὸ στρόφιον ὦναίσχυντε σύ. ὡς καὶ στιβαρά τις φαίνεται καὶ καρτερά: καὶ νὴ Δία τιτθούς γ ὥσπερ ἡμεῖς οὐκ ἔχει. στερίφη γάρ εἰμι κοὐκ ἐκύησα πώποτε. νῦν: τότε δὲ μήτηρ ἦσθα παίδων ἐννέα. ἀνίστας ὀρθός. ποῖ τὸ πέος ὠθεῖς κάτω· τοδὶ διέκυψε καὶ μάλ εὔχρων ὦ τάλαν. καὶ ποῦ στιν· αὖθις ἐς τὸ πρόσθεν οἴχεται. οὐκ ἐνγεταυθί. μἀλλὰ δεῦρ ἥκει πάλιν. ἰσθμόν τιν ἔχεις ὦνθρωπ: ἄνω τε καὶ κάτω τὸ πέος διέλκεις πυκνότερον Κορινθίων. ὦ μιαρὸς οὗτος: ταῦτ ἄρ ὑπὲρ Εὐριπίδου ἡμῖν ἐλοιδορεῖτο. κακοδαίμων ἐγώ, εἰς οἷ ἐμαυτὸν εἰσεκύλισα πράγματα. ἄγε δὴ τί δρῶμεν· τουτονὶ φυλάττετε καλῶς, ὅπως μὴ διαφυγὼν οἰχήσεται: ἐγὼ δὲ ταῦτα τοῖς πρυτάνεσιν ἀγγελῶ.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기