호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ τό γ εἶδος:? ἢν λαλῇς δ, ὅπως τῷ φθέγματι γυναικιεῖς εὖ καὶ πιθανῶς. πειράσομαι. βάδιζε τοίνυν. μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ ὀμόσῃς ἐμοί - τί χρῆμα· συσσώσειν ἐμὲ πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν. ὄμνυμι τοίνυν αἰθέρ οἴκησιν Διός. τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν· ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς. μέμνησο τοίνυν ταῦθ, ὅτι ἡ φρὴν ὤμοσεν, ἡ γλῶττα δ οὐκ ὀμώμοκ: οὐδ ὡρ´κως ἐγώ. ἔκσπευδε ταχέως: ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται. ἐγὼ δ ἄπειμι. δεῦρό νυν ὦ Θρᾷτθ ἕπου. ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμ ἀνέρχεθ ὑπὸ τῆς λιγνύος. ἀλλ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο <καὶ> πάλιν οἴκαδε. ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτ ἔξελε τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν. καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν πλουτοῦντος, ἄλλως δ ἠλιθίου κἀβελτέρου, καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας. ποῦ ποῦ καθίζωμ ἐν καλῷ, τῶν ῥητόρων ἵν ἐξακούω· σὺ δ ἄπιθ ὦ Θρᾷττ ἐκποδών. δούλοις γὰρ οὐκ ἔξεστ ἀκούειν τῶν λόγων.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기