- 텍스트

Aristophanes, Thesmophoriazusae, Prologue, iambics 2:

(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics 2:)

ἰδού γε κλέπτειν:? νὴ Δία βινεῖσθαι μὲν οὖν. ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί εἰκότως ἔχει. τί οὖν· ποιήσεις ταῦτα· μὴ δόκει γε σύ. ὦ τρισκακοδαίμων ὡς ἀπόλωλ Εὐριπίδης. ὦ φίλτατ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς. πῶς οὖν ποιήσω δῆτα· τοῦτον μὲν μακρὰ κλάειν κέλευ, ἐμοὶ δ ὅ τι βούλει χρῶ λαβών. ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί, ἀπόδυθι τουτὶ θοἰμάτιον. καὶ δὴ χαμαί. ἀτὰρ τί μέλλεις δρᾶν μ· ἀποξυρεῖν ταδί, τὰ κάτω δ ἀφεύειν. ἀλλὰ πρᾶττ, εἴ σοι δοκεῖ. ἢ μὴ πιδοῦν ἐμαυτὸν ὤφελόν ποτε. Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε, χρῆσόν τί νυν ἡμῖν ξυρόν. αὐτὸς λάμβανε ἐντεῦθεν ἐκ τῆς ξυροδόκης. γενναῖος εἶ. κάθιξε: φύσα τὴν γνάθον τὴν δεξιάν. ὤμοι. τί κέκραγας· ἐμβαλῶ σοι πάτταλον, ἢν μὴ σιωπᾷς. ἀτταταῖ ἰατταταῖ. οὗτος σὺ ποῖ θεῖς· ἐς τὸ τῶν σεμνῶν θεῶν: οὐ γὰρ μὰ τὴν Δήμητρά γ ἐνταυθοῖ μενῶ τεμνόμενος. οὔκουν καταγέλαστος δῆτ ἔσει τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων· ὀλίγον μέλει μοι. μηδαμῶς πρὸς τῶν θεῶν προδῷς με: χώρει δεῦρο. κακοδαίμων ἐγώ. ἔχ ἀτρέμα σαυτὸν κἀνάκυπτε: ποῖ στρέφει· μυμῦ. τί μύξεις· πάντα πεποίηται καλῶς. οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι. μὴ φροντίσῃ: ὡς εὐπρεπὴς φανεῖ πάνυ. βούλει θεᾶσθαι σαυτόν· εἰ δοκεῖ, φέρε. ὁρᾷς σεαυτόν· οὐ μὰ Δί ἀλλὰ Κλεισθένη. ἀνίστας, ἵν ἀφεύσω σε, κἀγκύψας ἔχε. οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι. ἐνεγκάτω τις ἔνδοθεν δᾷδ ἢ λύχνον. ἐπίκυπτε: τὴν κέρκον φυλάττου νυν ἄκραν. ἐμοὶ μελήσει νὴ Δία, πλήν γ ὅτι κάομαι. οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες. πρὶν ἀντιλαβέσθαι πρωκτὸν τῆς φλογός. θάρρει. τί θαρρῶ καταπεπυρπολημένος· ἀλλ οὐκ ἔτ οἰδὲν πρᾶγμά σοι: τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας. φῦ ἰοὺ τῆς ἀσβόλου. αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν. μὴ φροντίσῃς: ἕτερος γὰρ αὐτὰ σφογγιεῖ. οἰμώξετἄρ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ. Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς, ἀλλ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ καὶ στρόφιον: οὐ γὰρ ταῦτά γ ὡς οὐκ ἔστ ἐρεῖς. λαμβάνετε καὶ χρῆσθ: οὐ φθονῶ. τί οὖν λάβω· ὅ τι· τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών. νὴ τὴν Ἀφροδίτην ἡδύ γ ὄζει ποσθίου. σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον. ἰδού. ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει. κεκρυφάλου δεῖ καὶ μίτρας. ἡδὶ μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. νὴ τὸν Δί ἀλλὰ κἀπιτηδεία πάνυ. ἆρ ἁρμόσει μοι· νὴ Δί ἀλλ ἄριστ ἔχει. φέρ ἔγκυκλον: τουτὶ λάβ ἀπὸ τῆς κλινίδος. ὑποδημάτων δεῖ. τἀμὰ ταυτὶ λάμβανε. ἆρ ἁρμόσει μοι· χαλαρὰ γοῦν χαίρεις φορῶν. σὺ τοῦτο γίγνωσκ: ἀλλ ἔχεις γὰρ ὧν δέει, εἴσω τις ὡς τάχιστά μ ἐσκυκλησάτω.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION