- 텍스트

Aristophanes, Thesmophoriazusae, Prologue, iambics 1:

(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics 1:)

οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς·? ἀνδρεῖα δ ἢν ποιῇ τις, ἐν τῷ σώματι ἔνεσθ ὑπάρχον τοῦθ. ἃ δ οὐ κεκτήμεθα, μίμησις ἤδη ταῦτα συνθηρεύεται. ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ, ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ. ἄλλως τ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν: σκέψαι δ ὅτι Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν, ἐμιτροφόρουν τε καὶ διεκλῶντ Ιὠνικῶς, καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας, αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο: διὰ τοῦτ ἄρ αὐτοῦ καὶ κάλ ἦν τὰ δράματα. ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει. ταῦτ ἄρ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ, ὁ δ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ, ὁ δ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ. ἅπας ἀνάγκη: ταῦτα γάρ τοι γνοὺς ἐγὼ ἐμαυτὸν ἐθεράπευσα. πῶς πρὸς τῶν θεῶν· παῦσαι βαΰζων: καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν ὢν τηλικοῦτος, ἡνίκ ἠρχόμην ποιεῖν. μὰ τὸν Δί οὐ ζηλῶ σε τῆς παιδεύσεως. ἀλλ ὧνπερ οὕνεκ ἦλθον, ἐά μ εἰπεῖν. λέγε. Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἱό῀ς τε συντέμνειν λόγους. ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος ἱκέτης ἀφῖγμαι πρὸς σέ. τοῦ χρείαν ἔχων· μέλλουσί μ αἱ γυναῖκες ἀπολεῖν τήμερον τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω. τίς οὖν παρ ἡμῶν ἐστιν ὠφέλειά σοι· ἡ πᾶς: ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή, ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ. μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ. ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών· ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι: ἔπειτα πολιός εἰμι καὶ πώγων ἔχω, σὺ δ εὐπρόσωπος λευκὸς ἐξυρημένος γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν. Εὐριπίδη - τί ἔστιν· ἐποίησάς ποτε, χαίρεις ὁρῶν φῶς, πατέρα δ οὐ χαίρειν δοκεῖς· ἔγωγε. μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθ ἄν. ἀλλ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε. τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν. καὶ μὴν ού γ ὦ κατάπυγον εὐρύπρωκτος εἶ οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν. τί δ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε· κάκιον ἀπολοίμην ἂν ἢ σύ. πῶς· ὅπως· δοκῶν γυναικῶν ἔργα νυκτερείσια κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION