- 텍스트

Aristophanes, Thesmophoriazusae, Prologue, iambics

(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics)

ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστ ἐμοῦ γ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.? καί ς ὦ νεανίσχ ὅστις εἶ, κατ Αἰσχύλον ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. ποδαπὸς ὁ γύννις· τίς πάτρα· τίς ἡ στολή· τίς ἡ τάραξις τοῦ βίου· τί βάρβιτος λαλεῖ κροκωτῷ· τί δὲ λύρα κεκρυφάλῳ· τί λήκυθος καὶ στρόφιον· ὡς οὐ ξύμφορον. τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία· τίς δ αὐτὸς ὦ παῖ· πότερον ὡς ἀνὴρ τρέφει· καὶ ποῦ πέος· ποῦ χλαῖνα· ποῦ Λακωνικαί· ἀλλ ὡς γυνὴ δῆτ: εἶτα ποῦ τὰ τιτθία· τί φῄς· τί σιγᾷς· ἀλλὰ δῆτ ἐκ τοῦ μέλους ζητῶ ς, ἐπειδή γ αὐτὸς οὐ βούλει φράσαι· ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον ἤκουσα, τὴν δ ἄλγησιν οὐ παρεσχόμην: ἐγὼ δὲ τὴν ἐσθῆθ ἅμα γνώμῃ φορῶ. χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν. αὐτίκα γυναικεῖ ἢν ποιῇ τις δράματα, μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ ἔχειν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION