- 텍스트

Aristophanes, Thesmophoriazusae, Prologue, iambics

(아리스토파네스, Thesmophoriazusae, Prologue, iambics)

ὡς ἡδὺ τὸ μέλος ὦ πότνιαι Γενετυλλίδες καὶ θηλυδριῶδες καὶ κατεγλωττισμένον καὶ μανδαλωτόν, ὥστ ἐμοῦ γ ἀκροωμένου ὑπὸ τὴν ἕδραν αὐτὴν ὑπῆλθε γάργαλος.? καί ς ὦ νεανίσχ ὅστις εἶ, κατ Αἰσχύλον ἐκ τῆς Λυκουργείας ἐρέσθαι βούλομαι. ποδαπὸς ὁ γύννις· τίς πάτρα· τίς ἡ στολή· τίς ἡ τάραξις τοῦ βίου· τί βάρβιτος λαλεῖ κροκωτῷ· τί δὲ λύρα κεκρυφάλῳ· τί λήκυθος καὶ στρόφιον· ὡς οὐ ξύμφορον. τίς δαὶ κατόπτρου καὶ ξίφους κοινωνία· τίς δ αὐτὸς ὦ παῖ· πότερον ὡς ἀνὴρ τρέφει· καὶ ποῦ πέος· ποῦ χλαῖνα· ποῦ Λακωνικαί· ἀλλ ὡς γυνὴ δῆτ: εἶτα ποῦ τὰ τιτθία· τί φῄς· τί σιγᾷς· ἀλλὰ δῆτ ἐκ τοῦ μέλους ζητῶ ς, ἐπειδή γ αὐτὸς οὐ βούλει φράσαι· ὦ πρέσβυ πρέσβυ, τοῦ φθόνου μὲν τὸν ψόγον ἤκουσα, τὴν δ ἄλγησιν οὐ παρεσχόμην: ἐγὼ δὲ τὴν ἐσθῆθ ἅμα γνώμῃ φορῶ. χρὴ γὰρ ποιητὴν ἄνδρα πρὸς τὰ δράματα ἃ δεῖ ποιεῖν πρὸς ταῦτα τοὺς τρόπους ἔχειν. αὐτίκα γυναικεῖ ἢν ποιῇ τις δράματα, μετουσίαν δεῖ τῶν τρόπων τὸ σῶμ ἔχειν. οὐκοῦν κελητίζεις, ὅταν Φαίδραν ποιῇς· ἀνδρεῖα δ ἢν ποιῇ τις, ἐν τῷ σώματι ἔνεσθ ὑπάρχον τοῦθ. ἃ δ οὐ κεκτήμεθα, μίμησις ἤδη ταῦτα συνθηρεύεται. ὅταν σατύρους τοίνυν ποιῇς, καλεῖν ἐμέ, ἵνα συμποιῶ σοὔπισθεν ἐστυκὼς ἐγώ. ἄλλως τ ἄμουσόν ἐστι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δασύν: σκέψαι δ ὅτι Ἴβυκος ἐκεῖνος κἀνακρέων ὁ Τήιος κἀλκαῖος, οἳ περὶ ἁρμονίαν ἐχύμισαν, ἐμιτροφόρουν τε καὶ διεκλῶντ Ιὠνικῶς, καὶ Φρύνιχος, τοῦτον γὰρ οὖν ἀκήκοας, αὐτός τε καλὸς ἦν καὶ καλῶς ἠμπέσχετο: διὰ τοῦτ ἄρ αὐτοῦ καὶ κάλ ἦν τὰ δράματα. ὅμοια γὰρ ποιεῖν ἀνάγκη τῇ φύσει. ταῦτ ἄρ ὁ Φιλοκλέης αἰσχρὸς ὢν αἰσχρῶς ποιεῖ, ὁ δ αὖ Ξενοκλέης ὢν κακὸς κακῶς ποιεῖ, ὁ δ αὖ Θέογνις ψυχρὸς ὢν ψυχρῶς ποιεῖ. ἅπας ἀνάγκη: ταῦτα γάρ τοι γνοὺς ἐγὼ ἐμαυτὸν ἐθεράπευσα. πῶς πρὸς τῶν θεῶν· παῦσαι βαΰζων: καὶ γὰρ ἐγὼ τοιοῦτος ἦν ὢν τηλικοῦτος, ἡνίκ ἠρχόμην ποιεῖν. μὰ τὸν Δί οὐ ζηλῶ σε τῆς παιδεύσεως. ἀλλ ὧνπερ οὕνεκ ἦλθον, ἐά μ εἰπεῖν. λέγε. Ἀγάθων, σοφοῦ πρὸς ἀνδρός, ὅστις ἐν βραχεῖ πολλοὺς καλῶς οἱό῀ς τε συντέμνειν λόγους. ἐγὼ δὲ καινῇ ξυμφορᾷ πεπληγμένος ἱκέτης ἀφῖγμαι πρὸς σέ. τοῦ χρείαν ἔχων· μέλλουσί μ αἱ γυναῖκες ἀπολεῖν τήμερον τοῖς Θεσμοφορίοις, ὅτι κακῶς αὐτὰς λέγω. τίς οὖν παρ ἡμῶν ἐστιν ὠφέλειά σοι· ἡ πᾶς: ἐὰν γὰρ ἐγκαθεζόμενος λάθρᾳ ἐν ταῖς γυναιξίν, ὡς δοκῶν εἶναι γυνή, ὑπεραποκρίνῃ μου, σαφῶς σώσεις ἐμέ. μόνος γὰρ ἂν λέξειας ἀξίως ἐμοῦ. ἔπειτα πῶς οὐκ αὐτὸς ἀπολογεῖ παρών· ἐγὼ φράσω σοι. πρῶτα μὲν γιγνώσκομαι: ἔπειτα πολιός εἰμι καὶ πώγων ἔχω, σὺ δ εὐπρόσωπος λευκὸς ἐξυρημένος γυναικόφωνος ἁπαλὸς εὐπρεπὴς ἰδεῖν. Εὐριπίδη - τί ἔστιν· ἐποίησάς ποτε, χαίρεις ὁρῶν φῶς, πατέρα δ οὐ χαίρειν δοκεῖς· ἔγωγε. μή νυν ἐλπίσῃς τὸ σὸν κακὸν ἡμᾶς ὑφέξειν. καὶ γὰρ ἂν μαινοίμεθ ἄν. ἀλλ αὐτὸς ὅ γε σόν ἐστιν οἰκείως φέρε. τὰς συμφορὰς γὰρ οὐχὶ τοῖς τεχνάσμασιν φέρειν δίκαιον ἀλλὰ τοῖς παθήμασιν. καὶ μὴν ού γ ὦ κατάπυγον εὐρύπρωκτος εἶ οὐ τοῖς λόγοισιν ἀλλὰ τοῖς παθήμασιν. τί δ ἔστιν ὅτι δέδοικας ἐλθεῖν αὐτόσε· κάκιον ἀπολοίμην ἂν ἢ σύ. πῶς· ὅπως· δοκῶν γυναικῶν ἔργα νυκτερείσια κλέπτειν ὑφαρπάζειν τε θήλειαν Κύπριν. ἰδού γε κλέπτειν:

νὴ Δία βινεῖσθαι μὲν οὖν. ἀτὰρ ἡ πρόφασίς γε νὴ Δί εἰκότως ἔχει. τί οὖν· ποιήσεις ταῦτα· μὴ δόκει γε σύ. ὦ τρισκακοδαίμων ὡς ἀπόλωλ Εὐριπίδης. ὦ φίλτατ ὦ κηδεστὰ μὴ σαυτὸν προδῷς. πῶς οὖν ποιήσω δῆτα· τοῦτον μὲν μακρὰ κλάειν κέλευ, ἐμοὶ δ ὅ τι βούλει χρῶ λαβών. ἄγε νυν ἐπειδὴ σαυτὸν ἐπιδίδως ἐμοί, ἀπόδυθι τουτὶ θοἰμάτιον. καὶ δὴ χαμαί. ἀτὰρ τί μέλλεις δρᾶν μ· ἀποξυρεῖν ταδί, τὰ κάτω δ ἀφεύειν. ἀλλὰ πρᾶττ, εἴ σοι δοκεῖ. ἢ μὴ πιδοῦν ἐμαυτὸν ὤφελόν ποτε. Ἀγάθων σὺ μέντοι ξυροφορεῖς ἑκάστοτε, χρῆσόν τί νυν ἡμῖν ξυρόν. αὐτὸς λάμβανε ἐντεῦθεν ἐκ τῆς ξυροδόκης. γενναῖος εἶ. κάθιξε: φύσα τὴν γνάθον τὴν δεξιάν. ὤμοι. τί κέκραγας· ἐμβαλῶ σοι πάτταλον, ἢν μὴ σιωπᾷς. ἀτταταῖ ἰατταταῖ. οὗτος σὺ ποῖ θεῖς· ἐς τὸ τῶν σεμνῶν θεῶν: οὐ γὰρ μὰ τὴν Δήμητρά γ ἐνταυθοῖ μενῶ τεμνόμενος. οὔκουν καταγέλαστος δῆτ ἔσει τὴν ἡμίκραιραν τὴν ἑτέραν ψιλὴν ἔχων· ὀλίγον μέλει μοι. μηδαμῶς πρὸς τῶν θεῶν προδῷς με: χώρει δεῦρο. κακοδαίμων ἐγώ. ἔχ ἀτρέμα σαυτὸν κἀνάκυπτε: ποῖ στρέφει· μυμῦ. τί μύξεις· πάντα πεποίηται καλῶς. οἴμοι κακοδαίμων, ψιλὸς αὖ στρατεύσομαι. μὴ φροντίσῃ: ὡς εὐπρεπὴς φανεῖ πάνυ. βούλει θεᾶσθαι σαυτόν· εἰ δοκεῖ, φέρε. ὁρᾷς σεαυτόν· οὐ μὰ Δί ἀλλὰ Κλεισθένη. ἀνίστας, ἵν ἀφεύσω σε, κἀγκύψας ἔχε. οἴμοι κακοδαίμων δελφάκιον γενήσομαι. ἐνεγκάτω τις ἔνδοθεν δᾷδ ἢ λύχνον. ἐπίκυπτε: τὴν κέρκον φυλάττου νυν ἄκραν. ἐμοὶ μελήσει νὴ Δία, πλήν γ ὅτι κάομαι. οἴμοι τάλας. ὕδωρ ὕδωρ ὦ γείτονες. πρὶν ἀντιλαβέσθαι πρωκτὸν τῆς φλογός. θάρρει. τί θαρρῶ καταπεπυρπολημένος· ἀλλ οὐκ ἔτ οἰδὲν πρᾶγμά σοι: τὰ πλεῖστα γὰρ ἀποπεπόνηκας. φῦ ἰοὺ τῆς ἀσβόλου. αἰθὸς γεγένημαι πάντα τὰ περὶ τὴν τράμιν. μὴ φροντίσῃς: ἕτερος γὰρ αὐτὰ σφογγιεῖ. οἰμώξετἄρ εἴ τις τὸν ἐμὸν πρωκτὸν πλυνεῖ. Ἀγάθων, ἐπειδὴ σαυτὸν ἐπιδοῦναι φθονεῖς, ἀλλ ἱμάτιον γοῦν χρῆσον ἡμῖν τουτῳὶ καὶ στρόφιον: οὐ γὰρ ταῦτά γ ὡς οὐκ ἔστ ἐρεῖς. λαμβάνετε καὶ χρῆσθ: οὐ φθονῶ. τί οὖν λάβω· ὅ τι· τὸν κροκωτὸν πρῶτον ἐνδύου λαβών. νὴ τὴν Ἀφροδίτην ἡδύ γ ὄζει ποσθίου. σύζωσον ἀνύσας. αἶρε νῦν στρόφιον. ἰδού. ἴθι νυν κατάστειλόν με τὰ περὶ τὼ σκέλει. κεκρυφάλου δεῖ καὶ μίτρας. ἡδὶ μὲν οὖν κεφαλὴ περίθετος, ἣν ἐγὼ νύκτωρ φορῶ. νὴ τὸν Δί ἀλλὰ κἀπιτηδεία πάνυ. ἆρ ἁρμόσει μοι· νὴ Δί ἀλλ ἄριστ ἔχει. φέρ ἔγκυκλον: τουτὶ λάβ ἀπὸ τῆς κλινίδος. ὑποδημάτων δεῖ. τἀμὰ ταυτὶ λάμβανε. ἆρ ἁρμόσει μοι· χαλαρὰ γοῦν χαίρεις φορῶν. σὺ τοῦτο γίγνωσκ: ἀλλ ἔχεις γὰρ ὧν δέει, εἴσω τις ὡς τάχιστά μ ἐσκυκλησάτω. ἁνὴρ μὲν ἡμῖν οὑτοσὶ καὶ δὴ γυνὴ τό γ εἶδος:

ἢν λαλῇς δ, ὅπως τῷ φθέγματι γυναικιεῖς εὖ καὶ πιθανῶς. πειράσομαι. βάδιζε τοίνυν. μὰ τὸν Ἀπόλλω οὔκ, ἤν γε μὴ ὀμόσῃς ἐμοί - τί χρῆμα· συσσώσειν ἐμὲ πάσαις τέχναις, ἤν μοί τι περιπίπτῃ κακόν. ὄμνυμι τοίνυν αἰθέρ οἴκησιν Διός. τί μᾶλλον ἢ τὴν Ἱπποκράτους ξυνοικίαν· ὄμνυμι τοίνυν πάντας ἄρδην τοὺς θεούς. μέμνησο τοίνυν ταῦθ, ὅτι ἡ φρὴν ὤμοσεν, ἡ γλῶττα δ οὐκ ὀμώμοκ: οὐδ ὡρ´κως ἐγώ. ἔκσπευδε ταχέως: ὡς τὸ τῆς ἐκκλησίας σημεῖον ἐν τῷ Θεσμοφορείῳ φαίνεται. ἐγὼ δ ἄπειμι. δεῦρό νυν ὦ Θρᾷτθ ἕπου. ὦ Θρᾷττα θέασαι, καομένων τῶν λαμπάδων ὅσον τὸ χρῆμ ἀνέρχεθ ὑπὸ τῆς λιγνύος. ἀλλ ὦ περικαλλεῖ Θεσμοφόρω δέξασθέ με ἀγαθῇ τύχῃ καὶ δεῦρο <καὶ> πάλιν οἴκαδε. ὦ Θρᾷττα τὴν κίστην κάθελε, κᾆτ ἔξελε τὸ πόπανον, ὅπως λαβοῦσα θύσω τοῖν θεοῖν. δέσποινα πολυτίμητε Δήμητερ φίλη καὶ Φερρέφαττα, πολλὰ πολλάκις μέ σοι θύειν ἔχουσαν, εἰ δὲ μἀλλὰ νῦν λαθεῖν. καὶ τοῦ θυγατρίου χοῖρον ἀνδρός μοι τυχεῖν πλουτοῦντος, ἄλλως δ ἠλιθίου κἀβελτέρου, καὶ ποσθαλίσκον νοῦν ἔχειν μοι καὶ φρένας. ποῦ ποῦ καθίζωμ ἐν καλῷ, τῶν ῥητόρων ἵν ἐξακούω· σὺ δ ἄπιθ ὦ Θρᾷττ ἐκποδών. δούλοις γὰρ οὐκ ἔξεστ ἀκούειν τῶν λόγων.?

상위

Thesmophoriazusae

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION