호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἱερὰν χθονίαις δεξάμεναι λαμπάδα κοῦραι ξὺν ἐλευθέρᾳ πατρίδι χορεύσασθε βοάν.? τίνι δαιμόνων ὁ κῶμος· λέγε νυν. εὐπίστως δὲ τοὐμὸν δαίμονας ἔχει σεβίσαι. ἄγε νυν ὄλβιζε Μοῦσα χρυσέων ῥύτορα τόξων Φοῖβον, ὃς ἱδρύσατο χώρας γύαλα Σιμουντίδι γᾷ. χαῖρε καλλίστας ἀοιδᾶς Φοῖβ ἐν εὐμούσοισι τιμαῖς γέρας ἱερὸν προφέρων. τάν τ ἐν ὄρεσι δρυογόνοισι κόραν ἀείσατ Ἄρτεμιν ἀγροτέραν. ἕπομαι κλῄζουσα σεμνὸν γόνον ὀλβίζουσα Λατοῦς Ἄρτεμιν ἀπειρολεχῆ. Λατώ τε κρούματά τ Ἀσιάδος ποδὶ παράρυθμ εὔρυθμα Φρυγίων διανεύματα Χαρίτων. σέβομαι Λατώ τ ἄνασσαν κίθαρίν τε ματέρ ὕμνων ἄρσενι βοᾷ δόκιμον, τᾷ φάος ἔσσυτο δαιμονίοις <θεοῦ> ὄμμασιν ἁμετέρας τε δι αἰφνιδίου ὀπός. ὧν χάριν ἄνακτ ἄγαλλε Φοῖβον τιμᾷ. χαῖρ ὄλβιε παῖ Λατοῦς.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기