호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦ που νέος γ ὢν ἦσθ ὑβριστὴς ὦ γέρον.? ὦ δαιμόνιε τοῦτον μὲν ἐά χαίρειν, σὺ δὲ Ἀγάθωνά μοι δεῦρ ἐκκάλεσον πάσῃ τέχνῃ. μηδὲν ἱκέτευ: αὐτὸς γὰρ ἔξεισιν τάχα. καὶ γὰρ μελοποιεῖν ἄρχεται: χειμῶνος οὖν ὄντος κατακάμπτειν τὰς στροφὰς οὐ ῥᾴδιον, ἢν μὴ προίῃ θύρασι πρὸς τὸν ἥλιον. τί οὖν ἐγὼ δρῶ· περίμεν, ὡς ἐξερχεται. ὦ Ζεῦ τί δρᾶσαι διανοεῖ με τήμερον· νὴ τοὺς θεοὺς ἐγὼ πυθέσθαι βούλομαι τί τὸ πρᾶγμα τουτί. τί στένεις· τί δυσφορεῖς· οὐ χρῆν σε κρύπτειν ὄντα κηδεστὴν ἐμόν. ἔστιν κακόν μοι μέγα τι προπεφυραμένον. ποῖόν τι· τῇδε θἠμέρᾳ κριθήσεται εἴτ ἔστ ἔτι ζῶν εἴτ ἀπόλωλ Εὐριπίδης. καὶ πῶς· ἐπεὶ νῦν γ οὔτε τὰ δικαστήρια μέλλει δικάζειν οὔτε βουλῆς ἐσθ ἕδρα, ἐπεὶ τρίτη στὶ Θεσμοφορίων ἡ μέση. τοῦτ αὐτὸ γὰρ τοι κἀπολεῖν με προσδοκῶ. αἱ γὰρ γυναῖκες ἐπιβεβουλεύκασί μοι κἀν Θεσμοφόροιν μέλλουσι περί μου τήμερον ἐκκλησιάζειν ἐπ ὀλέθρῳ. τιὴ τί δή· ὁτιὴ τραγῳδῶ καὶ κακῶς αὐτὰς λέγω. νὴ τὸν Ποσειδῶ καὶ δίκαιά <γ> ἂν πάθοις. ἀτὰρ τίν ἐκ τούτων σὺ μηχανὴν ἔχεις· Ἀγάθωνα πεῖσαι τὸν τραγῳδοδιδάσκαλον ἐς Θεσμοφόροιν ἐλθεῖν. τί δράσοντ· εἰπέ μοι. ἐκκλησιάσοντ ἐν ταῖς γυναιξὶ κἂν δέῃ λέξονθ ὑπὲρ ἐμοῦ. πότερα φανερῶς ἢ λάθρᾳ· λάθρᾳ, στολὴν γυναικὸς ἠμφιεσμένον. τὸ πρᾶγμα κομψὸν καὶ σφόδρ ἐκ τοῦ σοῦ τρόπου: τοῦ γὰρ τεχνάζειν ἡμέτερος ὁ πυραμοῦς. σίγα. τί δ ἔστιν· Ἁγάθων ἐξέρχεται. καὶ ποῖός ἐστιν· οὗτος οὑκκυκλούμενος. ἀλλ ἢ τυφλὸς μέν εἰμ: ἐγὼ γὰρ οὐχ ὁρῶ ἄνδρ οὐδέν ἐνθάδ ὄντα, Κυρήνην δ ὁρῶ. σίγα: μελῳδεῖν γὰρ παρασκευάζεται. μύρμηκος ἀτραπούς, ἢ τί διαμινύρεται·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기