호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὦ Ζεῦ χελιδὼν ἆρά ποτε φανήσεται·? ἀπολεῖ μ ἀλοῶν ἅνθρωπος ἐξ ἑωθινοῦ. οἱό῀ν τε, πρὶν τὸν σπλῆνα κομιδῇ μ ἐκβαλεῖν, παρὰ σοῦ πυφέσθαι ποῖ μ ἄγεις ωὖριπίδη· ἀλλ οὐκ ἀκούειν δεῖ σε πάνθ ὅς αὐτίκα ὄψει παρεστώς. πῶς λέγεις· αὖθις φράσον. οὐ δεῖ μ ἀκούειν· οὐχ ἅ γ ἂν μέλλῃς ὁρᾶν. οὐδ ἆρ ὁρᾶν δεῖ μ· οὐχ ἅ γ ἂν ἀκούειν δέῃ. πῶς μοι παραινεῖς· δεξιῶς μέντοι λέγεις. οὐ φῂς σὺ χρῆναί μ οὔτ ἀκούειν οὔθ ὁρᾶν· χωρὶς γὰρ αὐτοῖν ἑκατέρου στὶν ἡ φύσις. τοῦ μήτ ἀκούειν μήθ ὁρᾶν· εὖ ἴσθ ὅτι. πῶς χωρίς· οὕτω ταῦτα διεκρίθη τότε. αἰθὴρ γὰρ ὅτε τὰ πρῶτα διεχωρίζετο καὶ ζᾦ ἐν αὑτῷ ξυνετέκνου κινούμενα, ᾧ μὲν βλέπειν χρὴ πρῶτ ἐμηχανήσατο ὀφθαλμὸν ἀντίμιμον ἡλίου τροχῷ, ἀκοῇ δὲ χοάνην ὦτα διετετρήνατο. διὰ τὴν χοάνην οὖν μήτ ἀκούω μήθ ὁρῶ· νὴ τὸν Δί ἥδομαί γε τουτὶ προσμαθών. οἱό῀ν γέ που στιν αἱ σοφαὶ ξυνουσίαι. πόλλ ἂν μάθοις τοιαῦτα παρ ἐμοῦ. πῶς ἂν οὖν πρὸς τοῖς ἀγαθοῖς τούτοισιν ἐξεύροιμ ὅπως ἔτι προσμάθοιμι χωλὸς εἶναι τὼ σκέλει· βάδιζε δευρὶ καὶ πρόσεχε τὸν νοῦν. ἰδού. ὁρᾷς τὸ θύριον τοῦτο· νὴ τὸν Ἡρακλέα οἶμαί γε. σίγα νυν. σιωπῶ τὸ θύριον· ἄκου. ἀκούω καὶ σιωπῶ τὸ θύριον· ἐνταῦθ Ἀγάθων ὁ κλεινὸς οἰκῶν τυγχάνει ὁ τραγῳδοποιός. ποῖος οὗτος Ἁγάθων· ἔστιν τις Ἀγάθων - μῶν ὁ μέλας ὁ καρτερός· οὔκ, ἀλλ ἕτερός τις: οὐχ ἑόρακας πώποτε· μῶν ὁ δασυπώγων· οὐχ ἑόρακας πώποτε· μὰ τὸν Δί οὔτοι γ ὥστε καί μέ γ εἰδέναι. καὶ μὴν βεβίνηκας σύ γ, ἀλλ οὐκ οἶσθ ἴσως. ἀλλ ἐκποδὼν πτήξωμεν, ὡς ἐξέρχεται θεράπων τις αὐτοῦ πῦρ ἔχων καὶ μυρρίνας: προθυσόμενος ἐοίκε τῆς ποιήσεως.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기