- 텍스트

Aristophanes, Peace, Episode 1:

(아리스토파네스, Peace, Episode 1:)

ὡδὶ παραθέντι τρεῖς λίθους.? οὐ δεξιῶς· ποίᾳ δ ἀποψήσει ποτ ὦμαθέστατε· τῃδὶ διεὶς τὴν χεῖρα διὰ τῆς θαλαμιᾶς καὶ τῇδ. ἅμ ἀμφοῖν δῆτ· ἔγωγε νὴ Δία, ἵνα μή γ ἁλῶ τρύπημα κλέπτων τῆς νεώς. ἔπειτ ἐπὶ δεκάμνῳ χεσεῖ καθήμενος· ἔγωγε νὴ Δί ὦπίτριπτ. οἰεί γὰρ ἂν τὸν πρωκτὸν ἀποδόσθαι με χιλιῶν δραχμῶν· ἴθι δὴ ξένεγκε τἀργύριον. ἀλλ ὦγαθὲ θλίβει τὸν ὄρρον. ἀπόφερ, οὐκ ὠνήσομαι. τί δ ἆρα τῇ σάλπιγγι τῇδε χρήσομαι, ἣν ἐπριάμην δραχμῶν ποθ ἑξήκοντ ἐγώ· μόλυβδον ἐς τουτὶ τὸ κοῖλον ἐγχέας ἔπειτ ἄνωθεν ῥάβδον ἐνθεὶς ὑπόμακρον, γενήσεταί σοι τῶν κατακτῶν κοττάβων. οἴμοι καταγελᾷς. ἀλλ ἕτερον παραινέσω. τὸν μὲν μόλυβδον, ὥσπερ εἶπον, ἔγχεον, ἐντευθενὶ δὲ σπαρτίοις ἠρτημένην πλάστιγγα πρόσθες, καὐτό σοι γενήσεται τὰ σῦκ ἐν ἀγρῷ τοῖς οἰκέταισιν ἱστάναι. ὦ δυσκάθαρτε δαῖμον ὥς μ ἀπώλεσας, ὅτ ἀντέδωκά γ ἀντὶ τῶνδε μνᾶν ποτέ: καὶ νῦν τί δράσω· τίς γὰρ αὔτ ὠνήσεται· πώλει βαδίζων αὐτὰ τοῖς Αἰγυπτίοις: ἔστιν γὰρ ἐπιτήδεια συρμαίαν μετρεῖν. οἴμ ὦ κρανοποί ὡς ἀθλίως πεπράγαμεν. οὗτος μὲν οὐ πέπονθεν οὐδέν. ἀλλὰ τί ἔτ ἐστὶ τοῖσι κράνεσιν ὅ τι τις χρήσεται· ἐὰν τοιαυτασὶ μάθῃ λαβὰς ποιεῖν, ἄμεινον ἢ νῦν αὔτ ἀποδώσεται πολύ. ἀπίωμεν ὦ δορυξέ. μηδαμῶς γ, ἐπεὶ τούτῳ γ ἐγὼ τὰ δόρατα ταῦτ ὠνήσομαι. πόσον δίδως δῆτ· εἰ διαπρισθεῖεν δίχα, λάβοιμ ἂν αὔτ ἐς χάρακας ἑκατὸν τῆς δραχμῆς. ὑβριζόμεθα. χωρῶμεν ὦ τᾶν ἐκποδών. νὴ τὸν Δί, ὡς τὰ παιδί ἤδη ξέρχεται οὐρησόμενα τὰ τῶν ἐπικλήτων δεῦρ, ἵνα ἅττ ᾄσεται προαναβάληταί μοι δοκεῖ. ἀλλ ὅ τι περ ᾄδειν ἐπινοεῖς ὦ παιδίον, αὐτοῦ παρ ἐμὲ στὰν πρότερον ἀναβαλοῦ νθαδί.?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION