호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἰοὺ ἰού.? ὅσον τὸ χρῆμ ἐπὶ δεῖπνον ἦλθ ἐς τοὺς γάμους. ἔχ ἀποκάθαιρε τὰς τραπέζας ταυτῃί: πάντως γὰρ οὐδὲν ὄφελός ἐστ αὐτῆς ἔτι. ἔπειτ ἐπιφόρει τοὺς ἀμύλους καὶ τὰς κίχλας καὶ τῶν λαγῴων πολλὰ καὶ τοὺς κολλάβους. ποῦ ποῦ Τρυγαῖός ἐστιν· ἀναβράττω κίχλας. ὦ φίλτατ ὦ Τρυγαἶ ὅς ἡμᾶς τἀγαθὰ δέδρακας εἰρήνην ποιήσας: ὡς πρὸ τοῦ οὐδεὶς ἐπρίατ ἂν δρέπανον οὐδὲ κολλύβου, νυνὶ δὲ πεντήκοντα δραχμῶν ἐμπολῶ: ὁδὶ δὲ τριδράχμους τοὺς κάδους ἐς τοὺς ἀγρούς. ἀλλ ὦ Τρυγαῖε τῶν δρεπάνων τε λάμβανε καὶ τῶνδ ὅ τι βούλει προῖκα: καὶ ταυτὶ δέχου: ἀφ ὧν γὰρ ἀπεδόμεσθα κἀκερδήναμεν τὰ δῶρα ταυτί σοι φέρομεν ἐς τοὺς γάμους. ἴθι νυν καταθέμενοι παρ ἐμοὶ ταῦτ εἴσιτε ἐπὶ δεῖπνον ὡς τάχιστα: καὶ γὰρ οὑτοσὶ ὅπλων κάπηλος ἀχθόμενος προσέρχεται. οἴμ ὡς προθέλυμνόν μ ὦ Τρυγαἶ ἀπώλεσας. τί δ ἔστιν ὦ κακόδαιμον· οὔτι που λοφᾷς· ἀπώλεσάς μου τὴν τέχνην καὶ τὸν βίον, καὶ τουτουὶ καὶ τοῦ δορυξοῦ κεινονί. τί δῆτα τουτοινὶ καταθῶ σοι τοῖν λόφοιν· αὐτὸς σὺ τί δίδως· ὅ τι δίδωμ· αἰσχύνομαι. ὅμως δ ὅτι τὸ σφήκωμ ἔχει πόνον πολύν, δοίην ἂν αὐτοῖν ἰσχάδων τρεῖς χοίνικας. ἵν ἀποκαθαίρω τὴν τράπεζαν τουτῳί. ἔνεγκε τοίνυν εἰσιὼν τὰς ἰσχάδας: κρεῖττον γὰρ ὦ τᾶν ἐστιν ἢ μηδὲν λαβεῖν. ἀπόφερ ἀπόφερ ἐς κόρακας ἀπὸ τῆς οἰκίας. τριχορρυεῖτον, οὐδέν ἐστον τὼ λόφω. οὐκ ἂν πριαίμην οὐδ ἂν ἰσχάδος μιᾶς. τί δαὶ δεκάμνῳ τῷδε θώρηκος κύτει ἐνημμένῳ κάλλιστα χρήσομαι τάλας· οὗτος μὲν οὐ μή σοι ποιήσει ζημίαν. ἀλλ αἶρέ μοι τοῦτόν γε τῆς ἰσωνίας: ἐναποπατεῖν γάρ ἐστ ἐπιτήδειος πάνυ - παῦσαί μ ὑβρίζων τοῖς ἐμοῖσι χρήμασιν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기