- 텍스트

Aristophanes, Peace, Prologue, anapests 3:

(아리스토파네스, Peace, Prologue, anapests 3:)

ἰὼ Σικελία καὶ σὺ δ ὡς ἀπόλλυσαι.? οἱά πόλις τάλαινα διακναισθήσεται. φέρ ἐπιχέω καὶ τὸ μέλι τουτὶ τἀττικόν. οὗτος παραινῶ σοι μέλιτι χρῆσθἀτέρῳ. τετρώβολον τοῦτ ἐστί: φείδου τἀττικοῦ. παῖ παῖ Κυδοιμέ. τί με καλεῖς· κλαύσει μακρά. ἕστηκας ἀργός· οὑτοσί σοι κόνδυλος. ὡς δριμύς. οἴμοι μοι τάλας ὦ δέσποτα. μῶν τῶν σκορόδων ἐνέβαλες ἐς τὸν κόνδυλον· οἴσεις ἀλετρίβανον τρέχων· ἀλλ ὦ μέλε οὐκ ἔστιν ἡμῖν: ἐχθὲς εἰσῳκίσμεθα. οὔκουν παρ Ἀθηναίων μεταθρέξει ταχὺ <πάνυ>· ἔγωγε νὴ Δί: εἰ δὲ μή γε, κλαύσομαι. ἄγε δὴ τί δρῶμεν ὦ πόνηρ ἀνθρώπια· ὁρᾶτε τὸν κίνδυνον ἡμῖν ὡς μέγας: εἴπερ γὰρ ἥξει τὸν ἀλετρίβανον φέρων, τούτῳ ταράξει τὰς πόλεις καθήμενος. ἀλλ ὦ Διόνυς ἀπόλοιτο καὶ μὴ λθοι φέρων. οὗτος. τί ἔστιν· οὐ φέρεις· τὸ δεῖνα γὰρ ἀπόλωλ Ἀθηναίοισιν ἁλετρίβανος, ὁ βυρσοπώλης, ὃς ἐκύκα τὴν Ἑλλάδα. εὖ γ ὦ πότνια δέσποιν Ἀθηναία ποιῶν ἀπόλωλ ἐκεῖνος κἀν δέοντι τῇ πόλει, ἢ πρίν γε τὸν μυττωτὸν ἡμῖν ἐγχέαι. οὔκουν ἕτερον δῆτ ἐκ Λακεδαίμονος μέτει ἀνύσας τι· ταῦτ ὦ δέσποθ. ἧκέ νυν ταχύ. ὦνδρες τί πεισόμεσθα· νῦν ἀγὼν μέγας. ἀλλ εἴ τις ὑμῶν ἐν Σαμοθρᾴκῃ τυγχάνει μεμυημένος, νῦν ἐστιν εὔξασθαι καλὸν ἀποστραφῆναι τοῦ μετιόντος τὼ πόδε. οἴμοι τάλας, οἴμοι γε κἄτ οἴμοι μάλα. τί ἔστι· μῶν οὐκ αὖ φέρεις· ἀπόλωλε γὰρ καὶ τοῖς Λακεδαιμονίοισιν ἁλετρίβανος. πῶς ὦ πανοῦργ· ἐς τἀπὶ Θρᾴκης χωρία χρήσαντες ἑτέροις αὐτὸν εἶτ ἀπώλεσαν. εὖ γ εὖ γε ποιήσαντες ὦ Διοσκόρω. ἴσως ἂν εὖ γένοιτο: θαρρεῖτ ὦ βροτοί. ἀπόφερε τὰ σκεύη λαβὼν ταυτὶ πάλιν: ἐγὼ δὲ δοίδυκ εἰσιὼν ποιήσομαι. νῦν τοῦτ ἐκεῖν ἥκει τὸ Δάτιδος μέλος, ὃ δεφόμενός ποτ ᾖδε τῆς μεσημβρίας, ὡς ἥδομαι καὶ χαίρομαι κεὐφραίνομαι. νῦν ἐστιν ἡμῖν ὦνδρες Ἕλληνες καλὸν ἀπαλλαγεῖσι πραγμάτων τε καὶ μαχῶν ἐξελκύσαι τὴν πᾶσιν Εἰρήνην φίλην, πρὶν ἕτερον αὖ δοίδυκα κωλῦσαί τινα. ἀλλ ὦ γεωργοὶ κἄμποροι καὶ τέκτονες καὶ δημιουργοὶ καὶ μέτοικοι καὶ ξένοι καὶ νησιῶται, δεῦρ ἴτ ὦ πάντες λεῴ, ὡς τάχιστ ἄμας λαβόντες καὶ μοχλοὺς καὶ σχοινία: νῦν γὰρ ἡμῖν ἁρπάσαι πάρεστιν ἀγαθοῦ δαίμονος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION