호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
πῶς οὖν σὺ δῆτ ἐνταῦθα κατελείφθης μόνος·? τὰ λοιπὰ τηρῶ σκευάρια τὰ τῶν θεῶν, χυτρίδια καὶ σανίδια κἀμφορείδια. ἐξῳκίσαντο δ οἱ θεοὶ τίνος οὕνεκα· Ἕλλησιν ὀργισθέντες. εἶτ ἐνταῦθα μὲν ἵν ἦσαν αὐτοὶ τὸν Πόλεμον κατῴκισαν, ὑμᾶς παραδόντες δρᾶν ἀτεχνῶς ὅ τι βούλεται: αὐτοὶ δ ἀνῳκίσανθ ὅπως ἀνωτάτω, ἵνα μὴ βλέποιεν μαχομένους ὑμᾶς ἔτι μηδ ἀντιβολούντων μηδὲν αἰσθανοίατο. τοῦ δ οὕνεχ ἡμᾶς ταῦτ ἔδρασαν· εἰπέ μοι. ὁτιὴ πολεμεῖν ᾑρεῖσθ ἐκείνων πολλάκις σπονδὰς ποιούντων: κεἰ μὲν οἱ Λακωνικοὶ ὑπερβάλοιντο μικρόν, ἔλεγον ἂν ταδί: ναὶ τὼ σιὼ νῦν ὡττικίων δωσεῖ δίκαν. εἰ δ αὖ τι πράξαιτ ἀγαθὸν ἁττικωνικοί κἄλθοιεν οἱ Λάκωνες εἰρήνης πέρι, ἐλέγετ ἂν ὑμεῖς εὐθύς: ἐξαπατώμεθα νὴ τὴν Ἀθηνᾶν, νὴ Δί, οὐχὶ πειστέον: ἥξουσι καὖθις, ἢν ἔχωμεν τὴν Πύλον. ὁ γοῦν χαρακτὴρ ἡμεδαπὸς τῶν ῥημάτων. ὧν οὕνεκ οὐκ οἶδ εἴ ποτ Εἰρήνην ἔτι τὸ λοιπὸν ὄψεσθ. ἀλλὰ ποῖ γὰρ οἴχεται· ὁ Πόλεμος αὐτὴν ἐνέβαλ εἰς ἄντρον βαθύ. ἐς ποῖον· ἐς τουτὶ τὸ κάτω, κἄπειθ ὁρᾷς ὅσους ἄνωθεν ἐπεφόρησε τῶν λίθων, ἵνα μὴ λάβητε μηδέποτ αὐτήν. εἰπέ μοι, ἡμᾶς δὲ δὴ τί δρᾶν παρασκευάζεται· οὐκ οἶδα πλὴν ἕν, ὅτι θυείαν ἑσπέρας ὑπερφυᾶ τὸ μέγεθος εἰσηνέγκατο. τί δῆτα ταύτῃ τῇ θυείᾳ χρήσεται· τρίβειν ἐν αὐτῇ τὰς πόλεις βουλεύεται. ἀλλ εἶμι: καὶ γὰρ ἐξιέναι γνώμην ἐμὴν μέλλει: θορυβεῖ γοῦν ἔνδον. οἴμοι δείλαιος. φέρ αὐτὸν ἀποδρῶ: καὶ γὰρ ὥσπερ ᾐσθόμην καὐτὸς θυείας φθέγμα πολεμιστηρίας. ἰὼ βροτοὶ βροτοὶ βροτοὶ πολυτλήμονες, ὡς αὐτίκα μάλα τὰς γνάθους ἀλγήσετε. ὦναξ Ἄπολλον τῆς θυείας τοῦ πλάτους, ὅσον κακόν, καὶ τοῦ Πολέμου τοῦ βλέμματος. ἆρ οὗτός ἐστ ἐκεῖνος ὃν καὶ φεύγομεν, ὁ δεινός, ὁ ταλαύρινος, ὁ κατὰ τοῖν σκελοῖν· ἰὼ Πρασιαὶ τρὶς ἄθλιαι καὶ πεντάκις καὶ πολλοδεκάκις, ὡς ἀπολεῖσθε τήμερον. τουτὶ μὲν ἄνδρες οὐδὲν ἡμῖν πρᾶγμά πω: τὸ γὰρ κακὸν τοῦτ ἐστὶ τῆς Λακωνικῆς. ὦ Μέγαρα Μέγαρ ὡς ἐπιτετρίψεσθ αὐτίκα ἁπαξάπαντα καταμεμυττωτευμένα. βαβαὶ βαβαιὰξ ὡς μεγάλα καὶ δριμέα τοῖσι Μεγαρεῦσιν ἐνέβαλεν τὰ κλαύματα.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기