호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀλλ ἄγε Πήγασε χώρει χαίρων, χρυσοχάλινον πάταγον ψαλίων διακινήσας φαιδροῖς ὠσίν.? ὡς ἤν τι πεσὼν ἐνθένδε πάθω, τοὐμοῦ θανάτου πέντε τάλανθ ἡ πόλις ἡ Χίων διὰ τὸν σὸν πρωκτὸν ὀφλήσει. τί ποιεῖς· τί ποιεῖς· ποῖ παρακλίνεις τοὺς μυκτῆρας· πρὸς τὰς λαύρας. ἱεί σαυτὸν θαρρῶν ἀπὸ γῆς, κᾆτα δρομαίαν πτέρυγ ἐκτείνων ὀρθὸς χώρει Διὸς εἰς αὐλάς, ἀπὸ μὲν κάκκης τὴν ῥῖν ἀπέχων, ἀπὸ δ ἡμερίων σίτων πάντων. ἄνθρωπε τί δρᾷς, οὗτος ὁ χέζων ἐν Πειραιεῖ παρὰ ταῖς πόρναις· ἀπολεῖς μ ἀπολεῖς. οὐ κατορύξεις κἀπιφορήσεις τῆς γῆς πολλήν, κἀπιφυτεύσεις ἑρ´πυλλον ἄνω καὶ μύρον ἐπιχεῖς·?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기