- 텍스트

Aristophanes, Peace, Prologue, iambics

(아리스토파네스, Peace, Prologue, iambics)

καὶ τίς πόρος σοι τῆς ὁδοῦ γενήσεται·? ναῦς μὲν γὰρ οὐκ ἄξει σε ταύτην τὴν ὁδόν. πτηνὸς πορεύσει πῶλος: οὐ ναυσθλώσομαι. τίς δ ἡ πίνοιά σοὐστὶν ὥστε κάνθαρον ζεύξαντ ἐλαύνειν ἐς θεοὺς ὦ παππία· ἐν τοῖσιν Αἰσώπου λόγοις ἐξηυρέθη μόνος πετεινῶν ἐς θεοὺς ἀφιγμένος. ἄπιστον εἶπας μῦθον ὦ πάτερ πάτερ, ὅπως κάκοσμον ζῷον ἦλθεν ἐς θεούς. ἦλθεν κατ ἔχθραν αἰετοῦ πάλαι ποτέ, ᾤ ἐκκυλίνδων κἀντιτιμωρούμενος. οὐκοῦν ἐχρῆν σε Πηγάσου ζεῦξαι πτερόν, ὅπως ἐφαίνου τοῖς θεοῖς τραγικώτερος. ἀλλ ὦ μέλ ἄν μοι σιτίων διπλῶν ἔδει: νῦν δ ἃττ ἂν αὐτὸς καταφάγω τὰ σιτία, τούτοισι τοῖς αὐτοῖσι τοῦτον χορτάσω. τί δ ἢν ἐς ὑγρὸν πόντιον πέσῃ βάθος· πῶς ἐξολισθεῖν πτηνὸς ὢν δυνήσεται· ἐπίτηδες εἶχον πηδάλιον, ᾧ χρήσομαι: τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος. λιμὴν δὲ τίς σε δέξεται φορούμενον· ἐν Πειραιεῖ δήπου στὶ Κανθάρου λιμήν. ἐκεῖνο τήρει, μὴ σφαλεὶς καταρρυῇς ἐντεῦθεν, εἶτα χωλὸς ὢν Εὐριπίδῃ λόγον παράσχῃς καὶ τραγῳδία γένῃ. ἐμοὶ μελήσει ταῦτά γ. ἀλλὰ χαίρετε. ὑμεῖς δέ γ, ὑπὲρ ὧν τοὺς πόνους ἐγὼ πονῶ, μὴ βδεῖτε μηδὲ χέζεθ ἡμερῶν τριῶν: ὡς εἰ μετέωρος οὗτος ὢν ὀσφρήσεται, κατωκάρα ῥίψας με βουκολήσεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION