- 텍스트

Aristophanes, Peace, Prologue, anapests

(아리스토파네스, Peace, Prologue, anapests)

ἥσυχος ἥσυχος, ἠρέμα, κάνθων:? μή μοι σοβαρῶς χώρει λίαν εὐθὺς ἀπ ἀρχῆς ῥώμῃ πίσυνος, πρὶν ἂν ἰδίῃς καὶ διαλύσῃς ἄρθρων ἶνας πτερύγων ῥύμῃ. καὶ μὴ πνεῖ μοι κακόν, ἀντιβολῶ ς: εἰ δὲ ποιήσεις τοῦτο, κατ οἴκους αὐτοῦ μεῖνον τοὺς ἡμετέρους. ὦ δέσποτ ἄναξ ὡς παραπαίεις. σίγα σίγα. ποῖ δῆτ ἄλλως μετεωροκοπεῖς· ὑπὲρ Ἑλλήνων πάντων πέτομαι τόλμημα νέον παλαμησάμενος. τί πέτει· τί μάτην οὐχ ὑγιαίνεις· εὐφημεῖν χρὴ καὶ μὴ φλαῦρον μηδὲν γρύζειν ἀλλ ὀλολύζειν: τοῖς τ ἀνθρώποισι φράσον σιγᾶν, τοὺς τε κοπρῶνας καὶ τὰς λαύρας καιναῖς πλίνθοισιν ἀνοικοδομεῖν καὶ τοὺς πρωκτοὺς ἐπικλῄειν.?

상위

Peace

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION