- 텍스트

Aristophanes, Peace, Prologue 2:

(아리스토파네스, Peace, Prologue 2:)

ἐγὼ δὲ τὸν λόγον γε τοῖσι παιδίοις καὶ τοῖσιν ἀνδρίοισι καὶ τοῖς ἀνδράσιν καὶ τοῖς ὑπερτάτοισιν ἀνδράσιν φράσω καὶ τοῖς ὑπερηνορέουσιν ἔτι τούτοις μάλα.? ὁ δεσπότης μου μαίνεται καινὸν τρόπον, οὐχ ὅνπερ ὑμεῖς, ἀλλ ἕτερον καινὸν πάνυ. δι ἡμέρας γὰρ ἐς τὸν οὐρανὸν βλέπων ὡδὶ κεχηνὼς λοιδορεῖται τῷ Διὶ καί φησιν, ὦ Ζεῦ τί ποτε βουλεύει ποιεῖν· κατάθου τὸ κόρημα: μὴ κκόρει τὴν Ἑλλάδα. ἐά ἐά. σιγήσαθ, ὡς φωνῆς ἀκούειν μοι δοκῶ. ὦ Ζεῦ τί δρασείεις ποθ ἡμῶν τὸν λεών· λήσεις σεαυτὸν τὰς πόλεις ἐκκοκκίσας. τοῦτ ἔστι τουτὶ τὸ κακὸν αὔθ οὑγὼ λεγον. τὸ γὰρ παράδειγμα τῶν μανιῶν ἀκούετε: ἃ δ εἶπε πρῶτον ἡνίκ ἤρχεθ ἡ χολή, πεύσεσθ. ἔφασκε γὰρ πρὸς αὑτὸν ἐνθαδί: πῶς ἄν ποτ ἀφικοίμην ἂν εὐθὺ τοῦ Διός· ἔπειτα λεπτὰ κλιμάκια ποιούμενος, πρὸς ταῦτ ἀνηρριχᾶτ ἂν ἐς τὸν οὐρανόν, ἑώς ξυνετρίβη τῆς κεφαλῆς καταρρυείς. ἐχθὲς δὲ μετὰ ταῦτ ἐκφθαρεὶς οὐκ οἶδ ὅποι εἰσήγαγ Αἰτναῖον μέγιστον κάνθαρον, κἄπειτα τοῦτον ἱπποκομεῖν μ ἠνάγκασεν, καὐτὸς καταψῶν αὐτὸν ὥσπερ πωλίον, ὦ Πηγάσειον, φησί, γενναῖον πτερόν, ὅπως πετήσει μ εὐθὺ τοῦ Διὸς λαβών. ἀλλ ὅ τι ποιεῖ τῃδὶ διακύψας ὄψομαι. οἴμοι τάλας: ἴτε δεῦρο δεῦρ ὦ γείτονες: ὁ δεσπότης γάρ μου μετέωρος αἴρεται ἱππηδὸν ἐς τὸν ἀέρ ἐπὶ τοῦ κανθάρου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION