호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὔπα γυναῖκ ὄπωπα χαϊωτεραν.? ἐγὼ δὲ κύσθον γ οὐδέπω καλλίονα. τί δῆθ υπηργμένων γε πολλῶν κἀγαθῶν μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας· τί δ οὐ διηλλάγητε· φέρε τί τοὐμποδών· ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον λῇ τοῦτ ἀποδόμεν. ποῖον ὦ τᾶν· τὰν Πύλον, ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες. μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ οὐ δράσετε. ἄφετ ὦγάθ αὐτοῖς. κᾆτα τίνα κινήσομεν· ἕτερόν γ ἀπαιτεῖτ ἀντὶ τούτου χωρίον. τὸ δεῖνα τοίνυν παράδοθ ἡμῖν τουτονὶ πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη. οὐ τὼ σιὼ οὐχὶ πάντα γ ὦ λισσάνιε. ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν. ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι. ἐγὼ δὲ κοπραγωγεῖν γα πρῶτα ναὶ τὼ σιώ. ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. ἀλλ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε. ποίοισιν ὦ τᾶν ξυμμάχοις· ἐστύκαμεν. οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν βινεῖν ἅπασιν· τοῖσι γῶν ναὶ τὼ σιὼ ἁμοῖσι. καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις. καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε, ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν. ὁρ´κους δ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. κἄπειτα τὴν αὑτοῦ γυναῖχ ὑμῶν λαβὼν ἄπεις ἕκαστος. ἀλλ ἰώμεν ὡς τάχος. ἄγ ὅπᾳ τυ λῇς. νὴ τὸν Δί ὡς τάχιστ ἄγε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기