호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
χαῖρ ὦ πασῶν ἀνδρειοτάτη:? δεῖ δὴ νυνί σε γενέσθαι δεινὴν <δειλὴν> ἀγαθὴν φαύλην σεμνὴν ἀγανὴν πολύπειρον: ὡς οἱ πρῶτοι τῶν Ἑλλήνων τῇ σῇ ληφθέντες ἰύγγι συνεχώρησάν σοι καὶ κοινῇ τἀγκλήματα πάντ ἐπέτρεψαν. ἀλλ οὐχὶ χαλεπὸν τοὔργον, εἰ λάβοι γέ τις ὀργῶντας ἀλλήλων τε μὴ κπειρωμένους. τάχα δ εἴσομαι γώ. ποῦ στιν ἡ Διαλλαγή· πρόσαγε λαβοῦσα πρῶτα τοὺς Λακωνικούς, καὶ μὴ χαλεπῇ τῇ χειρὶ μηδ αὐθαδικῇ, μηδ ὥσπερ ἡμῶν ἅνδρες ἀμαθῶς τοῦτ ἔδρων, ἀλλ ὡς γυναῖκας εἰκός, οἰκείως πάνυ, ἢν μὴ διδῷ τὴν χεῖρα, τῆς σάθης ἄγε. ἴθι καὶ σὺ τούτους τοὺς Ἀθηναίους ἄγε, οὗ δ ἂν διδῶσι πρόσαγε τούτους λαβομένη. ἄνδρες Λάκωνες στῆτε παρ ἐμὲ πλησίον, ἐνθένδε δ ὑμεῖς, καὶ λόγων ἀκούσατε. ἐγὼ γυνὴ μέν εἰμι, νοῦς δ ἔνεστί μοι, αὐτὴ δ ἐμαυτῆς οὐ κακῶς γνώμης ἔχω, τοὺς δ ἐκ πατρός τε καὶ γεραιτέρων λόγους πολλοὺς ἀκούσας οὐ μεμούσωμαι κακῶς. λαβοῦσα δ ὑμᾶς λοιδορῆσαι βούλομαι κοινῇ δικαίως, οἳ μιᾶς ἐκ χέρνιβος βωμοὺς περιρραίνοντες ὥσπερ ξυγγενεῖς Ὀλυμπίασιν, ἐν Πύλαις, Πυθοῖ πόσους εἴποιμ ἂν ἄλλους, εἴ με μηκύνειν δέοι· ἐχθρῶν παρόντων βαρβάρων στρατεύματι Ἕλληνας ἄνδρας καὶ πόλεις ἀπόλλυτε. εἷς μὲν λόγος μοι δεῦρ ἀεὶ περαίνεται. ἐγὼ δ ἀπόλλυμαί γ ἀπεψωλημένος. εἶτ ὦ Λάκωνες, πρὸς γὰρ ὑμᾶς τρέψομαι, οὐκ ἴσθ ὅτ ἐλθὼν δεῦρο Περικλείδας ποτὲ ὁ Λάκων Ἀθηναίων ἱκέτης καθέζετο ἐπὶ τοῖσι βωμοῖς ὠχρὸς ἐν φοινικίδι στρατιὰν προσαιτῶν· ἡ δὲ Μεσσήνη τότε ὑμῖν ἐπέκειτο χὠ θεὸς σείων ἅμα. ἐλθὼν δὲ σὺν ὁπλίταισι τετρακισχιλίοις Κίμων ὅλην ἔσωσε τὴν Λακεδαίμονα. ταυτὶ παθόντες τῶν Ἀθηναίων ὕπο δῃοῦτε χώραν, ἧς ὑπ εὖ πεπόνθατε· ἀδικοῦσιν οὗτοι νὴ Δί ὦ Λυσιστράτη. ἀδικίομες: ἀλλ ὁ πρωκτὸς ἄφατον ὡς καλός. ὑμᾶς δ ἀφήσειν τοὺς Ἀθηναίους <μ> οἰεί· οὐκ ἴσθ ὅθ ὑμᾶς οἱ Λάκωνες αὖθις αὖ κατωνάκας φοροῦντας ἐλθόντες δορὶ πολλοὺς μὲν ἄνδρας Θετταλῶν ἀπώλεσαν, πολλοὺς δ ἑταίρους Ἱππίου καὶ ξυμμάχους, ξυνεκμαχοῦντες τῇ τόθ ἡμέρᾳ μόνοι, κἠλευθέρωσαν κἀντὶ τῆς κατωνάκης τὸν δῆμον ὑμῶν χλαῖναν ἠμπέσχον πάλιν· οὔπα γυναῖκ ὄπωπα χαϊωτεραν.
ἐγὼ δὲ κύσθον γ οὐδέπω καλλίονα. τί δῆθ υπηργμένων γε πολλῶν κἀγαθῶν μάχεσθε κοὐ παύεσθε τῆς μοχθηρίας· τί δ οὐ διηλλάγητε· φέρε τί τοὐμποδών· ἁμές γε λῶμες, αἴ τις ἁμὶν τὤγκυκλον λῇ τοῦτ ἀποδόμεν. ποῖον ὦ τᾶν· τὰν Πύλον, ἇσπερ πάλαι δεόμεθα καὶ βλιμάττομες. μὰ τὸν Ποσειδῶ τοῦτο μέν γ οὐ δράσετε. ἄφετ ὦγάθ αὐτοῖς. κᾆτα τίνα κινήσομεν· ἕτερόν γ ἀπαιτεῖτ ἀντὶ τούτου χωρίον. τὸ δεῖνα τοίνυν παράδοθ ἡμῖν τουτονὶ πρώτιστα τὸν Ἐχινοῦντα καὶ τὸν Μηλιᾶ κόλπον τὸν ὄπισθεν καὶ τὰ Μεγαρικὰ σκέλη. οὐ τὼ σιὼ οὐχὶ πάντα γ ὦ λισσάνιε. ἐᾶτε, μηδὲν διαφέρου περὶ σκελοῖν. ἤδη γεωργεῖν γυμνὸς ἀποδὺς βούλομαι. ἐγὼ δὲ κοπραγωγεῖν γα πρῶτα ναὶ τὼ σιώ. ἐπὴν διαλλαγῆτε, ταῦτα δράσετε. ἀλλ εἰ δοκεῖ δρᾶν ταῦτα, βουλεύσασθε καὶ τοῖς ξυμμάχοις ἐλθόντες ἀνακοινώσατε. ποίοισιν ὦ τᾶν ξυμμάχοις· ἐστύκαμεν. οὐ ταὐτὰ δόξει τοῖσι συμμάχοισι νῷν βινεῖν ἅπασιν· τοῖσι γῶν ναὶ τὼ σιὼ ἁμοῖσι. καὶ γὰρ ναὶ μὰ Δία Καρυστίοις. καλῶς λέγετε. νῦν οὖν ὅπως ἁγνεύσετε, ὅπως ἂν αἱ γυναῖκες ὑμᾶς ἐν πόλει ξενίσωμεν ὧν ἐν ταῖσι κίσταις εἴχομεν. ὁρ´κους δ ἐκεῖ καὶ πίστιν ἀλλήλοις δότε. κἄπειτα τὴν αὑτοῦ γυναῖχ ὑμῶν λαβὼν ἄπεις ἕκαστος. ἀλλ ἰώμεν ὡς τάχος. ἄγ ὅπᾳ τυ λῇς. νὴ τὸν Δί ὡς τάχιστ ἄγε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기