- 텍스트

Aristophanes, Lysistrata, Choral, anapests

(아리스토파네스, Lysistrata, Choral, anapests)

καὶ μὴν ἀπὸ τῆς Σπάρτης οἱδὶ πρέσβεις ἕλκοντες ὑπήνας χωροῦς, ὥσπερ χοιροκομεῖον περὶ τοῖς μηροῖσιν ἔχοντες.? ἄνδρες Λάκωνες πρῶτα μέν μοι χαίρετε, εἶτ εἴπαθ ἡμῖν πῶς ἔχοντες ἥκετε. τί δεῖ ποθ ὑμὲ πολλὰ μυσίδδειν ἔπη· ὁρῆν γὰρ ἔξεσθ ὡς ἔχοντες ἵκομες. βαβαί: νενεύρωται μὲν ἥδε συμφορὰ δεινῶς, τεθερμῶσθαί γε χεῖρον φαίνεται. ἄφατα. τί κα λέγοι τις· ἀλλ ὅπᾳ σέλει παντᾷ τις ἐλσὼν ἁμὶν εἰράναν σέτω. καὶ μὴν ὁρῶ καὶ τούσδε τοὺς αὐτόχθονας ὥσπερ παλαιστὰς ἄνδρας ἀπὸ τῶν γαστέρων θαἰμάτι ἀποστέλλοντας: ὥστε φαίνεται ἀσκητικὸν τὸ χρῆμα τοῦ νοσήματος. τίς ἂν φράσεις ποῦ στιν ἡ Λυσιστράτη· ὡς ἄνδρες ἡμεῖς οὑτοιὶ τοιουτοιί. χαὔτη ξυνᾴδει χἠτέρα ταύτῃ νόσῳ. ἦ που πρὸς ὄρθρον σπασμὸς ὑμᾶς λαμβάνει· μὰ Δί ἀλλὰ ταυτὶ δρῶντες ἐπιτετρίμμεθα. ὥστ εἴ τις ἡμᾶς μὴ διαλλάξει ταχύ, οὐκ ἔσθ ὅπως οὐ Κλεισθένη βινήσομεν. εἰ σωφρονεῖτε, θαἰμάτια λήψεσθ, ὅπως τῶν Ἑρμοκοπιδῶν μή τις ὑμᾶς ὄψεται. νὴ τὸν Δί εὖ μέντοι λέγεις. ναὶ τὼ σιὼ παντᾷ γα. φέρε τὸ ἔσθος ἀμβαλώμεθα. ὢ χαίρετ ὦ Λάκωνες: αἰσχρά γ ἐπάθομεν. ὦ Πολυχαρείδα δεινά κ αὖ πεπόνθεμες, αἰ εἶδον ἁμὲ τὤνδρες ἀμπεφλασμένως. ἄγε δὴ Λάκωνες αὔθ ἕκαστα χρὴ λέγειν. ἐπὶ τί πάρεστε δεῦρο· περὶ διαλλαγᾶν πρέσβεις. καλῶς δὴ λέγετε: χἠμεῖς τουτογί. τί οὐ καλοῦμεν δῆτα τὴν Λυσιστράην, ἥπερ διαλλάξειεν ἡμᾶς ἂν μόνη· ναὶ τὼ σιὼ κἂν λῆτε τὸν Λυσίστρατον. ἀλλ οὐδὲν ἡμᾶς, ὡς ἐοίκε, δεῖ καλεῖν: αὐτὴ γάρ, ὡς ἤκουσεν, ἥδ ἐξέρχεται.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION