- 텍스트

Aristophanes, Frogs, Agon, Antepirrheme

(아리스토파네스, Frogs, Agon, Antepirrheme)

θυμοῦμαι μὲν τῇ ξυντυχίᾳ, καὶ μου τὰ σπλάγχν ἀγανακτεῖ, εἰ πρὸς τοῦτον δεῖ μ ἀντιλέγειν:? ἵνα μὴ φάσκῃ δ ἀπορεῖν με, ἀπόκριναί μοι, τίνος οὕνεκα χρὴ θαυμάζειν ἄνδρα ποιητήν· δεξιότητος καὶ νουθεσίας, ὅτι βελτίους τε ποιοῦμεν τοὺς ἀνθρώπους ἐν ταῖς πόλεσιν. τοῦτ οὖν εἰ μὴ πεποίηκας, ἀλλ ἐκ χρηστῶν καὶ γενναίων μοχθηροτάτους ἀπέδειξας, τί παθεῖν φήσεις ἄξιος εἶναι· τεθνάναι: μὴ τοῦτον ἐρώτα. σκέψαι τοίνυν οἱούς αὐτοὺς παρ ἐμοῦ παρεδέξατο πρῶτον, εἰ γενναίους καὶ τετραπήχεις, καὶ μὴ διαδρασιπολίτας, μηδ ἀγοραίους μηδὲ κοβάλους ὥσπερ νῦν μηδὲ πανούργους, ἀλλὰ πνέοντας δόρυ καὶ λόγχας καὶ λευκολόφους τρυφαλείας καὶ πήληκας καὶ κνημῖδας καὶ θυμοὺς ἑπταβοείους. καὶ δὴ χωρεῖ τουτὶ τὸ κακόν: κρανοποιῶν αὖ μ ἐπιτρίψει. καὶ τί σὺ δράσας οὕτως αὐτοὺς γενναίους ἐξεδίδαξας· Αἰσχύλε λέξον, μηδ αὐθάδως σεμνυνόμενος χαλέπαινε. δρᾶμα ποιήσας Ἄρεως μεστόν. ποῖον· τοὺς ἕπτ ἐπὶ Θήβας: ὃ θεασάμενος πᾶς ἄν τις ἀνὴρ ἠράσθη δάιος εἶναι. τουτὶ μέν σοι κακὸν εἴργασται: Θηβαίους γὰρ πεποίηκας ἀνδρειοτέρους ἐς τὸν πόλεμον, καὶ τούτου γ οὕνεκα τύπτου. ἀλλ ὑμῖν αὔτ ἐξῆν ἀσκεῖν, ἀλλ οὐκ ἐπὶ τοῦτ ἐτράπεσθε. εἶτα διδάξας Πέρσας μετὰ τοῦτ ἐπιθυμεῖν ἐξεδίδαξα νικᾶν ἀεὶ τοὺς ἀντιπάλους, κοσμήσας ἔργον ἄριστον. ἐχάρην γοῦν, ἡνίκ ἤκουσα περὶ Δαρείου τεθνεῶτος, ὁ χορὸς δ εὐθὺς τὼ χεῖρ ὡδὶ συγκρούσας εἶπεν ἰαυοῖ. ταῦτα γὰρ ἄνδρας χρὴ ποιητὰς ἀσκεῖν. σκέψαι γὰρ ἀπ ἀρχῆς ὡς ὠφέλιμοι τῶν ποιητῶν οἱ γενναῖοι γεγένηνται. Ὀρφεὺς μὲν γὰρ τελετάς θ ἡμῖν κατέδειξε φόνων τ ἀπέχεσθαι, Μουσαῖος δ ἐξακέσεις τε νόσων καὶ χρησμούς, Ἡσίοδος δὲ γῆς ἐργασίας, καρπῶν ὡρ´ας, ἀρότους: ὁ δὲ θεῖος Ὅμηρος ἀπὸ τοῦ τιμὴν καὶ κλέος ἔσχεν πλὴν τοῦδ ὅτι χρήστ ἐδίδαξεν, τάξεις ἀρετὰς ὁπλίσεις ἀνδρῶν· καὶ μὴν οὐ Παντακλέα γε ἐδίδαξεν ὅμως τὸν σκαιότατον: πρώην γοῦν, ἡνίκ ἔπεμπεν, τὸ κράνος πρῶτον περιδησάμενος τὸν λόφον ἤμελλ ἐπιδήσειν. ἀλλ ἄλλους τοι πολλοὺς ἀγαθούς, ὧν ἦν καὶ Λάμαχος ἡρ´ως: ὅθεν ἡμὴ φρὴν ἀπομαξαμένη πολλὰς ἀρετὰς ἐποίησεν, Πατρόκλων, Τεύκρων θυμολεόντων, ἵν ἐπαίροιμ ἄνδρα πολίτην ἀντεκτείνειν αὑτὸν τούτοις, ὁπόταν σάλπιγγος ἀκούσῃ. ἀλλ οὐ μὰ Δί οὐ Φαίδρας ἐποίουν πόρνας οὐδὲ Σθενεβοίας, οὐδ οἶδ οὐδεὶς ἥντιν ἐρῶσαν πώποτ ἐποίησα γυναῖκα. μὰ Δί οὐ γὰρ ἐπῆν τῆς Ἀφροδίτης οὐδέν σοι. μηδέ γ ἐπείη. ἀλλ ἐπί τοι σοὶ καὶ τοῖς σοῖσιν πολλὴ πολλοῦ πικαθῆτο, ὥστε γε καὐτόν σε κατ οὖν ἔβαλεν. νὴ τὸν Δία τοῦτό γέ τοι δή. ἃ γὰρ ἐς τὰς ἀλλοτρίας ἐποίεις, αὐτὸς τούτοισιν ἐπλήγης. καὶ τί βλάπτους ὦ σχέτλι ἀνδρῶν τὴν πόλιν ἁμαὶ Σθενέβοιαι· ὅτι γενναίας καὶ γενναίων ἀνδρῶν ἀλόχους ἀνέπεισας κώνεια πιεῖν αἰσχυνθείσας διὰ τοὺς σοὺς Βελλεροφόντας. πότερον δ οὐκ ὄντα λόγον τοῦτον περὶ τῆς Φαίδρας ξυνέθηκα· μὰ Δί ἀλλ ὄντ: ἀλλ ἀποκρύπτειν χρὴ τὸ πονηρὸν τόν γε ποιητήν, καὶ μὴ παράγειν μηδὲ διδάσκειν. τοῖς μὲν γὰρ παιδαρίοισιν ἔστι διδάσκαλος ὅστις φράζει, τοῖσιν δ ἡβῶσι ποιηταί. πάνυ δὴ δεῖ χρηστὰ λέγειν ἡμᾶς. ἢν οὖν σὺ λέγῃς Λυκαβηττοὺς καὶ Παρνασσῶν ἡμῖν μεγέθη, τοῦτ ἐστὶ τὸ χρηστὰ διδάσκειν, ὃν χρῆν φράζειν ἀνθρωπείως· ἀλλ ὦ κακόδαιμον ἀνάγκη μεγάλων γνωμῶν καὶ διανοιῶν ἴσα καὶ τὰ ῥήματα τίκτειν. κἄλλως εἰκὸς τοὺς ἡμιθέους τοῖς ῥήμασι μείζοσι χρῆσθαι: καὶ γὰρ τοῖς ἱματίοις ἡμῶν χρῶνται πολὺ σεμνοτέροισιν. ἁμοῦ χρηστῶς καταδείξαντος διελυμήνω σύ. τί δράσας· πρῶτον μὲν τοὺς βασιλεύοντας ῥάκι ἀμπισχών, ἵν ἐλεινοὶ τοῖς ἀνθρώποις φαίνοιντ εἶναι. τοῦτ οὖν ἔβλαψά τι δράσας· οὔκουν ἐθέλει γε τριηραρχεῖν πλουτῶν οὐδεὶς διὰ ταῦτα, ἀλλὰ ῥακίοις περιειλάμενος κλάει καὶ φησὶ πένεσθαι. νὴ τὴν Δήμητρα χιτῶνά γ ἔχων οὔλων ἐρίων ὑπένερθεν. κἂν ταῦτα λέγων ἐξαπατήσῃ, παρὰ τοὺς ἰχθῦς ἀνέκυψεν. εἶτ αὖ λαλιὰν ἐπιτηδεῦσαι καὶ στωμυλίαν ἐδίδαξας, ἣ ξεκένωσεν τάς τε παλαίστρας καὶ τὰς πυγὰς ἐνέτριψεν τῶν μειρακίων στωμυλλομένων, καὶ τοὺς Παράλους ἀνέπεισεν ἀνταγορεύειν τοῖς ἄρχουσιν. καίτοι τότε γ ἡνίκ ἐγὼ ζων, οὐκ ἠπίσταντ ἀλλ ἢ μᾶζαν καλέσαι καὶ ῥυππαπαῖ εἰπεῖν. νὴ τὸν Ἀπόλλω, καὶ προσπαρδεῖν γ ἐς τὸ στόμα τῷ θαλάμακι, καὶ μινθῶσαι τὸν ξύσσιτον κἀκβάς τινα λωποδυτῆσαι: νῦν δ ἀντιλέγει κοὐκέτ ἐλαύνων πλεῖ δευρὶ καὖθις ἐκεῖσε.

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION