- 텍스트

Aristophanes, Ecclesiazusae, Lyric-Scene, antistrophe 2

(아리스토파네스, Ecclesiazusae, Lyric-Scene, antistrophe 2)

ὦ χρυσοδαίδαλτον ἐμὸν μέλημα, Κύπριδος ἔρνος, μέλιττα Μούσης, Χαρίτων θρέμμα, Τρυφῆς πρόσωπον, ἄνοιξον ἀσπάζου με:? διά τοι σὲ πόνους ἔχω. οὗτος τί κόπτεις· μῶν ἐμὲ ζητεῖς· πόθεν· καὶ τὴν θύραν γ ἤραττες. ἀποθάνοιμ ἄρα. τοῦ δαὶ δεόμενος δᾷδ ἔχων ἐλήλυθας· Ἀναφλύστιον ζητῶν τιν ἄνθρωπον. τίνα· οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως. νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ ἤν τε μή. ἀλλ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις εἰσάγομεν, ἀλλ εἰσαῦθις ἀναβεβλήμεθα. τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν. ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ ἦν ὦ γλύκων: νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ. τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον. ἀλλ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον. οὐκ οἶδ ὅ τι λέγεις: τηνδεδί μοι κρουστέον. ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν. ἀλλ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα. οἶδ ὅτι φιλοῦμαι: νῦν δὲ θαυμάζεις ὅτι θύρασί μ ηὑρ῀ες: ἀλλὰ πρόσαγε τὸ στόμα. ἀλλ ὦ μέλ ὀρρωδῶ τὸν ἐραστήν σου. τίνα· τὸν τῶν γραφέων ἄριστον. οὗτος δ ἔστι τίς· ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους. ἀλλ ἄπιθ, ὅπως μή ς ἐπὶ θύραισιν ὄψεται. οἶδ οἶδ ὅ τι βούλει. καὶ γὰρ ἐγώ σε νὴ Δία. μὰ τὴν Ἀφροδίτην ἥ μ ἔλαχε κληρουμένη, μὴ γώ ς ἀφήσω. παραφρονεῖς ὦ γρᾴδιον. ληρεῖς: ἐγὼ δ ἄξω ς ἐπὶ τἀμὰ στρώματα. τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνούμεθα, ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν· μὴ σκῶπτέ μ ὦ τάλαν ἀλλ ἕπου δεῦρ ὡς ἐμέ. ἀλλ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει. νὴ τὴν Ἀφροδίτην δεῖ γε μέντοι <ς>. ὡς ἐγὼ τοῖς τηλικούτοις ξυγκαθεύδους ἥδομαι. ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι, κοὐκ ἂν πιθοίμην οὐδέποτ.

ἀλλὰ νὴ Δία ἀναγκάσει τουτί σε. τοῦτο δ ἔστι τί· ψήφισμα, καθ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ. λέγ αὐτὸ τί ποτε κἄστι. καὶ δή σοι λέγω. ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν τὴν γραῦν προκρούσῃ πρῶτον: ἢν δὲ μὴ θέλῃ πρότερον προκρούειν ἀλλ ἐπιθυμῇ τῆς νέας, ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου. οἴμοι Προκρούστης τήμερον γενήσομαι. τοῖς γὰρ νόμοις τοῖς ἡμετέροισι πειστέον. τί δ ἢν ἀφαιρῆταί μ ἀνὴρ τῶν δημοτῶν ἢ τῶν φίλων ἐλθών τις· ἀλλ οὐ κύριος ὑπὲρ μέδιμνόν ἐστ ἀνὴρ οὐδεὶς ἔτι. ἐξωμοσία δ οὐκ ἔστιν· οὐ γὰρ δεῖ στροφῆς. ἀλλ ἔμπορος εἶναι σκήψομαι. κλάων γε σύ. τί δῆτα χρὴ δρᾶν· δεῦρ ἀκολουθεῖν ὡς ἐμέ. καὶ ταῦτ ἀνάγκη μοὐστί· Διομήδειά γε. ὑποστόρεσαί νυν πρῶτα τῆς ὀριγάνου καὶ κλήμαθ ὑπόθου συγκλάσασα τέτταρα, καὶ ταινίωσαι καὶ παράθου τὰς ληκύθους, ὕδατός τε κατάθου τοὔστρακον πρὸ τῆς θύρας. ἦ μὴν ἔτ ὠνήσει σὺ καὶ στεφάνην ἐμοί. νὴ τὸν Δί ἤνπερ ᾖ γέ που τῶν κηρίνων: οἶμαι γὰρ ἔνδον διαπεσεῖσθαί ς αὐτίκα. ποῖ τοῦτον ἕλκεις· τὸν ἐμὸν αὐτῆς εἰσάγω. οὐ σωφρονοῦσά γ: οὐ γὰρ ἡλικίαν ἔχει παρὰ σοὶ καθεύδειν τηλικοῦτος ὤν, ἐπεὶ μήτηρ ἂν αὐτῷ μᾶλλον εἰής ἢ γυνή. ὥστ εἰ καταστήσεσθε τοῦτον τὸν νόμον, τὴν γῆν ἅπασαν Οἰδιπόδων ἐμπλήσετε. ὦ παμβδελυρὰ φθονοῦσα τόνδε τὸν λόγον ἐξηῦρες: ἀλλ ἐγώ σε τιμωρήσομαι. νὴ τὸν Δία τὸν σωτῆρα κεχάρισαί γέ μοι ὦ γλυκύτατον τὴν γραῦν ἀπαλλάξασά μου: ὥστ ἀντὶ τούτων τῶν ἀγαθῶν εἰς ἑσπέραν μεγάλην ἀποδώσω καὶ παχεῖάν σοι χάριν. αὕτη σὺ ποῖ τονδὶ παραβᾶσα τὸν νόμον ἕλκεις, παρ ἐμοὶ τῶν γραμμάτων εἰρηκότων πρότερον καθεύδειν αὐτόν·

οἴμοι δείλαιος. πόθεν ἐξέκυψας ὦ κάκιστ ἀπολουμένη· τοῦτο γὰρ ἐκείνου τὸ κακὸν ἐξωλέστερον. βάδιζε δεῦρο. μηδαμῶς με περιίδῃς ἑλκόμενον ὑπὸ τῆσδ ἀντιβολῶ ς. ἀλλ οὐκ ἐγώ, ἀλλ ὁ νόμος ἕλκει ς. οὐκ ἐμέ γ, ἀλλ ἔμπουσά τις ἐξ αἵματος φλύκταιναν ἠμφιεσμένη. ἕπου μαλακίων δεῦρ ἀνύσας καὶ μὴ λάλει. ἴθι νυν ἐάσον εἰς ἄφοδον πρώτιστά με ἐλθόντα θαρρῆσαι πρὸς ἐμαυτόν: εἰ δὲ μή, αὐτοῦ τι δρῶντα πυρρὸν ὄψει μ αὐτίκα ὑπὸ τοῦ δέους. θάρρει, βάδιζ: ἔνδον χεσεῖ. δέδοικα κἀγὼ μὴ πλέον γ ἢ βούλομαι. ἀλλ ἐγγυητάς σοι καταστήσω δύο ἀξιόχρεως. μή μοι καθίστη. ποῖ σὺ ποῖ χωρεῖς μετὰ ταύτης· οὐκ ἔγωγ, ἀλλ ἕλκομαι. ἀτὰρ ἥτις εἶ γε, πόλλ ἀγαθὰ γένοιτό σοι, ὅτι μ οὐπεριεῖδες ἐπιτριβέντ. ὦ Ἡράκλεις ὦ Πᾶνες ὦ Κορύβαντες ὦ Διοσκόρω, τοῦτ αὖ πολὺ τούτου τὸ κακὸν ἐξωλέστερον. ἀτὰρ τί τὸ πρᾶγμ ἔστ ἀντιβολῶ τουτί ποτε· πότερον πίθηκος ἀνάπλεως ψιμυθίου, ἢ γραῦς ἀνεστηκυῖα παρὰ τῶν πλειόνων· μὴ σκῶπτέ μ ἀλλὰ δεῦρ ἕπου. δευρὶ μὲν οὖν. ὡς οὐκ ἀφήσω ς οὐδέποτ. οὐδὲ μὴν ἐγώ. διασπάσεσθέ μ ὦ κακῶς ἀπολούμεναι. ἐμοὶ γὰρ ἀκολουθεῖν ς ἔδει κατὰ τὸν νόμον. οὐκ ἢν ἑτέρα γε γραῦς ἔτ αἰσχίων φανῇ. ἢν οὖν ὑφ ὑμῶν πρῶτον ἀπόλωμαι κακῶς, φέρε πῶς ἐπ ἐκείνην τὴν καλὴν ἀφίξομαι·

αὐτὸς σκόπει σύ: τάδε δέ σοι ποιητέον. ποτέρας προτέρας οὖν κατελάσας ἀπαλλαγῶ· οὐκ οἶσθα· βαδιεῖ δεῦρ. ἀφέτω νύν μ αὑτηί. δευρὶ μὲν οὖν ἴθ ὡς ἔμ. ἢν ἡδί μ ἀφῇ. ἀλλ οὐκ ἀφήσω μὰ Δία ς. οὐδὲ μὴν ἐγώ. χαλεπαί γ ἂν ἦστε γενόμεναι πορθμῆς. τιή· ἕλκοντε τοὺς πλωτῆρας ἂν ἀπεκναίετε. σιγῇ βάδιζε δεῦρο. μὰ Δί ἀλλ ὡς ἐμέ. τουτὶ τὸ πρᾶγμα κατὰ τὸ Καννωνοῦ σαφῶς ψήφισμα, βινεῖν δεῖ με διαλελημμένον. πῶς οὖν δικωπεῖν ἀμφοτέρας δυνήσομαι· καλῶς, ἐπειδὰν καταφάγῃς βολβῶν χύτραν. οἴμοι κακοδαίμων ἐγγὺς ἤδη τῆς θύρας ἑλκόμενός εἰμ. ἀλλ οὐδὲν ἔσται σοι πλέον. ξυνεσπεσοῦμαι γὰρ μετὰ σοῦ. μὴ πρὸς θεῶν: ἑνὶ γὰρ ξυνέχεσθαι κρεῖττον ἢ δυοῖν κακοῖν. νὴ τὴν Ἑκάτην ἐάν τε βούλῃ γ ἤν τέ μή. ὦ τρισκακοδαίμων εἰ γυναῖκα δεῖ σαπρὰν βινεῖν ὅλην τὴν νύκτα καὶ τὴν ἡμέραν, κἄπειτ ἐπειδὰν τῆσδ ἀπαλλαγῶ, πάλιν φρύνην ἔχουσαν λήκυθον πρὸς ταῖς γνάθοις. ἆρ οὐ κακοδαίμων εἰμί· βαρυδαίμων μὲν οὖν νὴ τὸν Δία τὸν σωτῆρ ἀνὴρ καὶ δυστυχής, ὅστις τοιούτοις θηρίοις συνείρξομαι. ὅμως δ ἐάν τι πολλὰ πολλάκις πάθω ὑπὸ τοῖνδε τοῖν κασαλβάδοιν δεῦρ ἐσπλέων, θάψαι μ ἐπ αὐτῷ τῷ στόματι τῆς ἐσβολῆς, καὶ τήνδ ἄνωθεν ἐπιπολῆς τοῦ σήματος ζῶσαν καταπιττώσαντες εἶτα τὼ πόδε μολυβδοχοήσαντες κύκλῳ περὶ τὰ σφυρὰ ἄνω πιθεῖναι πρόφασιν ἀντὶ ληκύθου.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION