호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταυτὶ δι ὑμᾶς ὦ Νεθέλαι πέπονθ ἐγώ, ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.? αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα. τί δῆτα ταῦτ οὔ μοι τότ ἠγορεύετε, ἀλλ ἄνδρ ἄγροικον καὶ γέροντ ἐπῄρετε· ἡμεῖς ποιοῦμεν ταῦθ ἑκάστοθ ὅταν τινὰ γνῶμεν πονηρῶν ὄντ ἐραστὴν πραγμάτων, ἑώς ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι. ὤμοι πονηρά γ ὦ Νεφέλαι, δίκαια δέ. οὐ γάρ μ ἐχρῆν τὰ χρήμαθ ἁδανεισάμην ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη ἀπολεῖς μετ ἐμοῦ λθών, οἳ σὲ κἄμ ἐξηπάτων. ἀλλ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους. ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία. ἰδού γε Δία πατρῷον: ὡς ἀρχαῖος εἶ. Ζεὺς γάρ τις ἔστιν· ἔστιν. οὐκ ἔστ, οὔκ, ἐπεὶ Δῖνος βασιλεύει τὸν Δί ἐξεληλακώς. οὐκ ἐξελήλακ, ἀλλ ἐγὼ τοῦτ ᾠόμην διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην. ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα. οἴμοι παρανοίας: ὡς ἐμαινόμην ἄρα, ὅτ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη. ἀλλ ὦ φίλ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι μηδέ μ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ: καί μοι γενοῦ ξύμβουλος, εἴτ αὐτοὺς γραφὴν διωκάθω γραψάμενος εἴθ ὅ τι σοι δοκεῖ. ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν, ἀλλ ὡς τάχιστ ἐμπιμπράναι τὴν οἰκίαν τῶν ἀδολεσχῶν. δεῦρο δεῦρ ὦ Ξανθία, κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, κἄπειτ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον τὸ τέγος κατάσκαπτ, εἰ φιλεῖς τὸν δεσπότην, ἑώς ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν: ἐμοὶ δὲ δᾷδ ἐνεγκάτω τις ἡμμένην, κἀγώ τιν αὐτῶν τήμερον δοῦναι δίκην ἐμοὶ ποιήσω, κεἰ σφόδρ εἴς ἀλαζόνες. ἰοὺ ἰού. σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα. ἄνθρωπε, τί ποιεῖς· ὅ τι ποιῶ· τί δ ἄλλο γ ἢ διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας· οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν· ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε. ἀπολεῖς ἀπολεῖς. τοῦτ αὐτὸ γὰρ καὶ βούλομαι, ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, ἢ γὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών. οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους· ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον. οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι. ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι. τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε, καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν· δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα, μάλιστα δ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기