- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics 1:

(아리스토파네스, Clouds, Lyric-Scene, iambics 1:)

ἰώ μοί μοι.? ἐά. τίς οὑτοσί ποτ ἔσθ ὁ θρηνῶν· οὔτι που τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο· τί δ ὅστις εἰμὶ τοῦτο βούλεσθ εἰδέναι· ἀνὴρ κακοδαίμων. κατὰ σεαυτόν νυν τρέπου. ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μ ἀπώλεσας. τί δαί σε Τληπόλεμός ποτ εἴργασται κακόν· μὴ σκῶπτέ μ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι. τὰ ποῖα ταῦτα χρήμαθ· ἁδανείσατο. κακῶς ἄρ ὄντως εἶχες, ὥς γ ἐμοὶ δοκεῖς. ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς. τί δῆτα ληρεῖς ὥσπερ ἀπ ὄνου καταπεσών· ληρῶ, τὰ χρήματ ἀπολαβεῖν εἰ βούλομαι· οὐκ ἔσθ ὅπως σύ γ αὐτὸς ὑγιαίνεις. τί δαί· τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς. σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, εἰ μὴ ποδώσεις τἀργύριον. κάτειπέ νυν, πότερα νομίζεις καινὸν ἀεὶ τὸν Δία ὑείν ὕδωρ ἑκάστοτ, ἢ τὸν ἥλιον ἕλκειν κάτωθεν ταὐτὸ τοῦθ ὕδωρ πάλιν· οὐκ οἶδ ἔγωγ ὁπότερον, οὐδέ μοι μέλει. πῶς οὖν ἀπολαβεῖν τἀργύριον δίκαιος εἶ, εἰ μηδὲν οἶσθα τῶν μετεώρων πραγμάτων· ἀλλ εἰ σπανίζεις, τἀργυρίου μοι τὸν τόκον ἀπόδοτε: τοῦτο δ ἔσθ ὁ τόκος τί θηρίον· τί δ ἄλλο γ ἢ κατὰ μῆνα καὶ καθ ἡμέραν πλέον πλέον τἀργύριον ἀεὶ γίγνεται ὑπορρέοντος τοῦ χρόνου· καλῶς λέγεις. τί δῆτα· τὴν θάλατταν ἔσθ ὅτι πλείονα νυνὶ νομίζεις ἢ πρὸ τοῦ· μὰ Δί ἀλλ ἴσην. οὐ γὰρ δίκαιον πλείον εἶναι. κᾆτα πῶς αὕτη μὲν ὦ κακόδαιμον οὐδὲν γίγνεται ἐπιρρεόντων τῶν ποταμῶν πλείων, σὺ δὲ ζητεῖς ποιῆσαι τἀργύριον πλεῖον τὸ σόν· οὐκ ἀποδιώξει σαυτὸν ἀπὸ τῆς οἰκίας· φέρε μοι τὸ κέντρον. ταῦτ ἐγὼ μαρτύρομαι. ὕπαγε. τί μέλλεις· οὐκ ἐλᾷς ὦ σαμφόρα· ταῦτ οὐχ ὕβρις δῆτ ἐστίν· ᾄξεις· ἐπιαλῶ κεντῶν ὑπὸ τὸν πρωκτόν σε τὸν σειραφόρον. φεύγεις· ἔμελλόν ς ἆρα κινήσειν ἐγὼ αὐτοῖς τροχοῖς τοῖς σοῖσι καὶ ξυνωρίσιν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION