- 텍스트

Aristophanes, Clouds, Lyric-Scene, iambics

(아리스토파네스, Clouds, Lyric-Scene, iambics)

φοβεῖ δὲ δὴ τί·? τὴν ἕνην τε καὶ νέαν. ἕνη γάρ ἐστι καὶ νέα τις ἡμέρα· εἰς ἥν γε θήσειν τὰ πρυτανεῖά φασί μοι. ἀπολοῦς ἄρ αὔθ οἱ θέντες: οὐ γὰρ ἔσθ ὅπως μί ἡμέρα γένοιτ ἂν ἡμέρα δύο. οὐκ ἂν γένοιτο· πῶς γάρ· εἰ μή πέρ γ ἅμα αὑτὴ γένοιτ ἂν γραῦς τε καὶ νέα γυνή. καὶ μὴν νενόμισταί γ. οὐ γάρ, οἶμαι, τὸν νόμον ἴσασιν ὀρθῶς ὅ τι νοεῖ. νοεῖ δὲ τί· ὁ Σόλων ὁ παλαιὸς ἦν φιλόδημος τὴν φύσιν. τουτὶ μὲν οὐδέν πω πρὸς ἕνην τε καὶ νέαν. ἐκεῖνος οὖν τὴν κλῆσιν ἐς δύ ἡμέρας ἔθηκεν, ἔς γε τὴν ἕνην τε καὶ νέαν, ἵν αἱ θέσεις γίγνοιντο τῇ νουμηνίᾳ. ἵνα δὴ τί τὴν ἕνην προσέθηχ· ἵν ὦ μέλε παρόντες οἱ φεύγοντες ἡμέρᾳ μιᾷ πρότερον ἀπαλλάττοινθ ἑκόντες, εἰ δὲ μή, ἑώθεν ὑπανιῷντο τῇ νουμηνία. πῶς οὐ δέχονται δῆτα τῇ νουμηνίᾳ ἁρχαὶ τὰ πρυτανεῖ, ἀλλ ἕνῃ τε καὶ νέᾳ· ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν: ὅπως τάχιστα τὰ πρυτανεῖ ὑφελοίατο, διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ. εὖ γ: ὦ κακοδαίμονες, τί κάθησθ ἀβέλτεροι, ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι, ἀριθμός, πρόβατ ἄλλως, ἀμφορῆς νενησμένοι· ὥστ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ ἐπ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION